§9.100.1ὡς δὲ ἄρα παρεσκευάδατο τοῖσι Ἕλλησι, προσήισαν πρὸς τοὺς βαρβάρους·
그리스인들에게 준비가 완료되었을 때, 그들은 야만인들을 향해 나아갔다.
ἰοῦσι δέ σφι φήμη τε ἐσέπτατο ἐς τὸ στρατόπεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆς κυματωγῆς κείμενον·
그들이 나아갈 때, 온 진영에 소문이 날아들었고 물가에 전령의 지팡이가 놓여 있는 것이 보였다.
ἡ δὲ φήμη διῆλθέ σφι ὧδε, ὡς οἱ Ἕλληνες τὴν Μαρδονίου στρατιὴν νικῷεν ἐν Βοιωτοῖσι μαχόμενοι.
소문은 그들 사이로 다음과 같이 퍼졌다. 즉, 그리스인들이 보이오티아에서 싸워 마르도니오스의 군대를 물리치고 승리했다는 것이었다.
§9.100.2δῆλα δὴ πολλοῖσι τεκμηρίοισι ἐστὶ τὰ θεῖα τῶν πρηγμάτων, εἰ καὶ τότε, τῆς αὐτῆς ἡμέρης συμπιπτούσης τοῦ τε ἐν Πλαταιῇσι καὶ τοῦ ἐν Μυκάλῃ μέλλοντος ἔσεσθαι τρώματος, φήμη τοῖσι Ἕλλησι τοῖσι ταύτῃ ἐσαπίκετο, ὥστε θαρσῆσαί τε τὴν στρατιὴν πολλῷ μᾶλλον καὶ ἐθέλειν προθυμότερον κινδυνεύειν.
실로 신적인 일의 섭리는 많은 증거를 통해 분명해지니, 그때도 플라타이아이에서의 패배와 미칼레에서 일어날 예정이던 패배가 같은 날에 겹쳤음에도, 이곳에 있던 그리스인들에게 소문이 도달하여 군대가 훨씬 더 용기를 얻고 더 기꺼이 위험에 맞서고자 하게 되었기 때문이다.