§9.100.1ὡς δὲ ἄρα παρεσκευάδατο τοῖσι Ἕλλησι, προσήισαν πρὸς τοὺς βαρβάρους· ἰοῦσι δέ σφι φήμη τε ἐσέπτατο ἐς τὸ στρατόπεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆς κυματωγῆς κείμενον·
When indeed preparations had been made by the Greeks, they advanced towards the barbarians; and as they went, a rumor flew into their whole camp, and a herald's staff was seen lying on the shoreline.
ἡ δὲ φήμη διῆλθέ σφι ὧδε, ὡς οἱ Ἕλληνες τὴν Μαρδονίου στρατιὴν νικῷεν ἐν Βοιωτοῖσι μαχόμενοι.
And the rumor went through them in this way: that the Greeks, fighting in Boeotia, were victorious over the army of Mardonius.
§9.100.2δῆλα δὴ πολλοῖσι τεκμηρίοισι ἐστὶ τὰ θεῖα τῶν πρηγμάτων, εἰ καὶ τότε, τῆς αὐτῆς ἡμέρης συμπιπτούσης τοῦ τε ἐν Πλαταιῇσι καὶ τοῦ ἐν Μυκάλῃ μέλλοντος ἔσεσθαι τρώματος, φήμη τοῖσι Ἕλλησι τοῖσι ταύτῃ ἐσαπίκετο, ὥστε θαρσῆσαί τε τὴν στρατιὴν πολλῷ μᾶλλον καὶ ἐθέλειν προθυμότερον κινδυνεύειν.
Indeed, the divine nature of events is manifest by many proofs, since also on that occasion, when the defeat at Plataea and the one about to happen at Mycale coincided on the same day, a rumor reached the Greeks in this place, so that the army was encouraged much more and wished to face danger more eagerly.