§8.141.1Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε.
알렉산드로스는 이와 같이 말했다.
Λακεδαιμόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξανδρον ἐς Ἀθήνας ἐς ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους, ἀναμνησθέντες τῶν λογίων ὥς σφεας χρεόν ἐστι ἅμα τοῖσι ἄλλοισι Δωριεῦσι ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων, κάρτα τε ἔδεισαν μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι, αὐτίκα τέ σφι ἔδοξε πέμπειν ἀγγέλους. §8.141.2καὶ δὴ συνέπιπτε ὥστε ὁμοῦ σφεων γίνεσθαι τὴν κατάστασιν·
한편 라케다이몬인들은 알렉산드로스가 아테네인들을 야만인과의 합의로 이끌기 위해 아테네에 왔다는 소식을 듣고, 자신들이 다른 도리스인들과 함께 메디아인들과 아테네인들에 의해 펠로폰네소스에서 쫓겨날 운명이라는 신탁을 떠올리고는, 아테네인들이 페르시아인과 합의하게 될까 보아 몹시 두려워하여 즉시 사절을 보내기로 결정했다. 그리하여 실제로 그들의 공식 등장이 동시에 이루어지는 일이 일어났다.
ἐπανέμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες, εὖ ἐπιστάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πεύσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον ἐπʼ ὁμολογίῃ, πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους.
왜냐하면 아테네인들은 라케다이몬인들이 야만인으로부터 화해를 위한 사절이 왔다는 것을 전해 듣게 될 것이며, 이를 알게 되면 급히 사절을 보낼 것임을 잘 알고서 시간을 끌며 기다리고 있었기 때문이다.
ἐπίτηδες ὦν ἐποίευν, ἐνδεικνύμενοι τοῖσι Λακεδαιμονίοισι τὴν ἑωυτῶν γνώμην.
그러므로 그들은 라케다이몬인들에게 자신들의 뜻을 보여주기 위해 일부러 그렇게 행동했던 것이다.