§8.141.1Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε.
Alexander spoke these words.
Λακεδαιμόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξανδρον ἐς Ἀθήνας ἐς ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους, ἀναμνησθέντες τῶν λογίων ὥς σφεας χρεόν ἐστι ἅμα τοῖσι ἄλλοισι Δωριεῦσι ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων, κάρτα τε ἔδεισαν μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι, αὐτίκα τέ σφι ἔδοξε πέμπειν ἀγγέλους. §8.141.2καὶ δὴ συνέπιπτε ὥστε ὁμοῦ σφεων γίνεσθαι τὴν κατάστασιν· ἐπανέμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες, εὖ ἐπιστάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πεύσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον ἐπʼ ὁμολογίῃ, πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους.
But the Lacedaemonians, hearing that Alexander had come to Athens to lead the Athenians to an agreement with the barbarian, and remembering the oracles that they themselves, together with the other Dorians, were destined to be expelled from the Peloponnese by the Medes and the Athenians, became greatly afraid lest the Athenians should come to terms with the Persian, and immediately resolved to send envoys. And indeed it so happened that their presentation before the assembly occurred at the very same time; for the Athenians had waited, spinning out the time, knowing well that the Lacedaemonians would hear that an envoy had come from the barbarian for an agreement, and that, upon hearing it, they would send envoys with all speed.
ἐπίτηδες ὦν ἐποίευν, ἐνδεικνύμενοι τοῖσι Λακεδαιμονίοισι τὴν ἑωυτῶν γνώμην.
They did this, therefore, on purpose, in order to display their own mind to the Lacedaemonians.