§3.159.1Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον αἱρέθη.
이리하여 바빌론은 두 번째로 함락되었다.
Δαρεῖος δὲ ἐπείτε ἐκράτησε τῶν Βαβυλωνίων, τοῦτο μὲν σφέων τὸ τεῖχος περιεῖλε καὶ τὰς πύλας πάσας ἀπέσπασε· τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον· τοῦτο δὲ ὁ Δαρεῖος τῶν ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε, τοῖσι δὲ λοιποῖσι Βαβυλωνίοισι ἀπέδωκε τὴν πόλιν οἰκέειν.
다레오스는 바빌론인들을 제압한 후, 한편으로는 그들의 성벽을 허물고 모든 문을 떼어냈는데(이전에 바빌론을 함락시켰던 키루스는 이 중 어느 것도 하지 않았기 때문이다), 다른 한편으로는 우두머리 격인 남자들을 삼천 명가량 말뚝에 박아 처형하고, 남은 바빌론인들에게는 그 도시에 살 수 있도록 허락해 주었다.
§3.159.2ὡς δʼ ἕξουσι γυναῖκας οἱ Βαβυλώνιοι ἵνα σφι γενεὴ ὑπογίνηται, τάδε Δαρεῖος προϊδὼν ἐποίησε·
바빌론인들이 아내를 얻어 그들에게 후손이 생기도록 하기 위해, 다레오스는 이를 내다보고 다음과 같이 조치했다.
τὰς γὰρ ἑωυτῶν, ὡς καὶ κατʼ ἀρχὰς δεδήλωται, ἀπέπνιξαν οἱ Βαβυλώνιοι τοῦ σίτου προορέοντες·
왜냐하면 처음 부분에서도 밝혀졌듯이, 바빌론인들은 식량을 아끼기 위해 자신들의 아내를 교살했기 때문이다.
ἐπέταξε τοῖσι περιοίκοισι ἔθνεσι γυναῖκας ἐς Βαβυλῶνα κατιστάναι, ὅσας δὴ ἑκάστοισι ἐπιτάσσων, ὥστε πέντε μυριάδων τὸ κεφαλαίωμα τῶν γυναικῶν συνῆλθε·
그는 주변 부족들에게 바빌론으로 여성들을 보내도록 명령하고 각 부족에게 일정한 수를 할당했으니, 그리하여 여성들의 총수가 오만 명에 달했다.
ἐκ τουτέων δὲ τῶν γυναικῶν οἱ νῦν Βαβυλώνιοι γεγόνασι.
오늘날의 바빌론인들은 바로 이 여성들에게서 태어난 것이다.