§3.159.1Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον αἱρέθη.
Thus then was Babylon taken for the second time.
Δαρεῖος δὲ ἐπείτε ἐκράτησε τῶν Βαβυλωνίων, τοῦτο μὲν σφέων τὸ τεῖχος περιεῖλε καὶ τὰς πύλας πάσας ἀπέσπασε· τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον· τοῦτο δὲ ὁ Δαρεῖος τῶν ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε, τοῖσι δὲ λοιποῖσι Βαβυλωνίοισι ἀπέδωκε τὴν πόλιν οἰκέειν.
And Darius, when he had mastered the Babylonians, on the one hand threw down their wall and tore away all the gates; for Cyrus, having taken Babylon before, had done neither of these things; and on the other hand, Darius impaled the leading men, to the number of about three thousand, but to the remaining Babylonians he gave back their city to dwell in.
§3.159.2ὡς δʼ ἕξουσι γυναῖκας οἱ Βαβυλώνιοι ἵνα σφι γενεὴ ὑπογίνηται, τάδε Δαρεῖος προϊδὼν ἐποίησε· τὰς γὰρ ἑωυτῶν, ὡς καὶ κατʼ ἀρχὰς δεδήλωται, ἀπέπνιξαν οἱ Βαβυλώνιοι τοῦ σίτου προορέοντες· ἐπέταξε τοῖσι περιοίκοισι ἔθνεσι γυναῖκας ἐς Βαβυλῶνα κατιστάναι, ὅσας δὴ ἑκάστοισι ἐπιτάσσων, ὥστε πέντε μυριάδων τὸ κεφαλαίωμα τῶν γυναικῶν συνῆλθε· ἐκ τουτέων δὲ τῶν γυναικῶν οἱ νῦν Βαβυλώνιοι γεγόνασι.
And providing that the Babylonians should have wives, so that offspring might be born to them, Darius, having foreseen this, did as follows: for their own wives, as has also been shown in the beginning, the Babylonians had strangled, being thrifty with their food; he ordered the neighbouring nations to send women to Babylon, imposing a certain number on each, so that the sum total of the women came to fifty thousand; and from these women the Babylonians of the present day are descended.