§2.113.1ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε.
그리고 내가 물었을 때, 사제들은 헬레네에 관한 일들이 다음과 같이 일어났다고 나에게 말해 주었다.
Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ· καί μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος, ἐνθεῦτεν δέ, οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα, ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας.
알렉산드로스가 스파르타에서 헬레네를 납치하여 자신의 나라로 배를 타고 가고 있었는데, 그가 에게해에 있을 때 역풍이 그를 이집트 바다로 몰고 갔고, 그곳에서 바람이 가라앉지 않았기 때문에 이집트에 이르렀으며, 이집트의 현재 카노보스라 불리는 나일강 어귀와 타리케이아이로 오게 되었다는 것이다.
§2.113.2ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι.
해안가에는 현재도 존재하는 헤라클레스 신전이 있었다. 그곳에 누구의 노예이든 도망쳐 들어와 자신에게 성스러운 낙인을 찍고 스스로를 신에게 바치면, 그에게 손을 대는 것은 허용되지 않았다.
§2.113.3ὁ νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπʼ ἀρχῆς·
이 관습은 처음부터 내 시대에 이르기까지 변함없이 지속되고 있다.
τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην·
그리하여 알렉산드로스의 부하들은 신전에 관한 관습을 전해 듣고 그를 배반하였으며, 신의 탄원자로서 주저앉아 알렉산드로스에게 해를 끼치고자 헬레네에 관한 일과 메넬라오스에게 행한 불의에 관한 전말을 모두 자세히 설명하며 그를 고발했다.
κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις.
그들은 이 사실을 사제들과 토니스라는 이름을 가진 이 강어귀의 수문장에게 고발했다.