§2.113.1ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε. Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ·
And the priests told me, when I inquired, that the story of Helen was as follows: Alexander, having carried off Helen from Sparta, sailed away to his own country.
καί μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος, ἐνθεῦτεν δέ, οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα, ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας.
But when he was in the Aegean, contrary winds drove him out into the Egyptian sea, and from there, as the winds did not let up, he came to Egypt, and in Egypt to that which is now called the Canobic mouth of the Nile, and to Taricheae.
§2.113.2ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι.
Now there was on the shore a temple of Heracles, which still exists today. If any man's slave flee to this temple and have sacred marks stamped upon him, dedicating himself to the god, it is not permitted to touch him.
§2.113.3ὁ νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπʼ ἀρχῆς·
This custom has continued unchanged from the beginning down to my own time.
τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην·
Therefore, the servants of Alexander, having learned of the custom concerning the temple, deserted him, and sitting as suppliants of the god, they accused Alexander, wishing to do him harm, by setting forth the whole story of how things stood with Helen and the injustice done to Menelaus.
κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις.
They made this accusation both to the priests and to the guardian of this mouth of the river, whose name was Thonis.