§742τάδε μὲν δή τις, ὡς ἐθέλοι, συγκρίνειν ἔχει·
These things indeed, anyone may compare as he wishes.
Μάλλιος δὲ ὁ τοῦ Σκιπίωνος διάδοχος τὴν ἀφαιρεθεῖσαν Ἀντιόχου γῆν ἐπιὼν καθίστατο, καὶ Γαλατῶν τῶν Ἀντιόχῳ συμμαχησάντων Τολιστοβοίους, ἀναφυγόντας ἐς τὸν Μύσιον Ὄλυμπον, ἐπιμόχθως τοῦ ὄρους ἐπιβὰς ἐτρέπετο φεύγοντας, ἕως ἔκτεινε καὶ κατεκρήμνισεν ὅσους ἀριθμήσασθαι διὰ τὸ πλῆθος οὐκ ἐγένετο, αἰχμαλώτους δʼ ἔλαβεν ἐς τετρακισμυρίους, ὧν τὰ μὲν ὅπλα κατέκαυσε, τὰ δὲ σώματα, οὐ δυνάμενος τοσόνδε πλῆθος ἐν πολέμοις περιάγεσθαι, τοῖς ἐγγὺς βαρβάροις ἀπέδοτο.
But Manlius, Scipio's successor, traversed and settled the territory taken from Antiochus; and of the Galatians who had allied with Antiochus, he attacked the Tolistobogii, who had fled to the Mysian Olympus, and after difficulty ascending the mountain, routed them as they fled, until he killed and threw down the cliffs so many that they could not be numbered because of their multitude. He took about forty thousand prisoners, whose weapons he burned, and sold their bodies to the neighboring barbarians, being unable to carry such a multitude about in war.
ἐν δὲ Τεκτοσάγαις τε καὶ Τρόκμοις ἐκινδύνευσε μὲν ἐξ ἐνέδρας, καὶ ἔφυγεν· ἐπανελθὼν δὲ ἐς αὐλιζομένους τε καὶ βεβυσμένους ὑπὸ πλήθους περιέστησε τοὺς ψιλοὺς αὐτοῖς, καὶ περιτρέχων ἐκέλευεν ἐσακοντίζειν μήτε προσπλεκομένους μήτε πλησιάζοντας.
Among the Tectosages and the Trocmi he faced danger from an ambush and fled; but returning to them while they were encamped and crowded together because of their numbers, he surrounded them with his light-armed troops, and running around, ordered them to hurl javelins without engaging or coming close.
οὐδενὸς δὲ βέλους ἀτυχοῦντος διὰ τὴν πυκνότητα τῶν πολεμίων, ἔκτεινεν ἐς ὀκτακισχιλίους, καὶ ἐδίωξε τοὺς λοιποὺς ὑπὲρ Ἅλυν ποταμόν.
Since no missile missed because of the density of the enemy, he killed about eight thousand and pursued the rest beyond the River Halys.
Ἀριαράθου δὲ τοῦ Καππαδοκῶν βασιλέως, καὶ τοῦδε συμμάχους πέμψαντος Ἀντιόχῳ, δεδιότος τε καὶ δεομένου καὶ διακόσια τάλαντα πέμψαντος ἐπὶ τῇ δεήσει τὴν χώραν οὐκ ἐπέδραμεν, ἀλλʼ ἐς τὸν Ἑλλήσποντον ἐπανῆλθε σὺν γάζῃ τε πολλῇ καὶ χρήμασιν ἀπείροις καὶ λείᾳ βαρυτάτῃ καὶ στρατῷ καταγόμῳ.
Ariarathes, the king of the Cappadocians, who had also sent allies to Antiochus, was afraid and begged for peace, sending two hundred talents with his request; therefore Manlius did not overrun his country, but returned to the Hellespont with much treasure, boundless money, extremely heavy booty, and a heavily laden army.
§743τάδε μὲν καλῶς ἐπέπρακτο τῷ Μαλλίῳ·
These things indeed had been successfully accomplished by Manlius.
τὸ δʼ ἐντεῦθεν ἀλόγως πάμπαν ὥρᾳ θέρους πλεῦσαι μὲν ὑπερεῖδεν, οὔτε τὸ βάρος ὧν ἐπήγετο ποιησάμενος ἐνθύμιον, οὔτʼ ἐπειγόμενος διαπονεῖν ἢ γυμνάζειν ὁδοιπορίαις ἔτι στρατὸν οὐκ ἐς πόλεμον ὁρμῶντα ἀλλʼ ἐς οἰκείαν μετὰ λαφύρων ἐπανιόντα, διὰ δὲ Θρᾴκης ὥδευε, στενὴν καὶ μακρὰν καὶ δύσβατον ὁδόν, πνίγους ὥρᾳ, οὔτʼ ἐς Μακεδονίαν Φιλίππῳ προεπιστείλας ἀπαντᾶν, ἵνα παραπέμψειεν αὐτόν, οὔτε τὸν στρατὸν ἐς μέρη πολλὰ διελών, ἵνα κουφότερον βαδίζοι καὶ τὰ χρήσιμα εὐμαρέστερα ἔχοι, οὔτε τὰ σκευοφόρα συντάξας ἐς λόχους ὀρθίους, ἵνʼ εὐφυλακτότερα ᾖ.
But his conduct thereafter was altogether unreasonable: he neglected to sail in the summer season, neither taking into consideration the weight of what he was carrying, nor because he was in a hurry to wear out or exercise with marches an army that was no longer setting out for war but returning home with spoils; instead, he marched through Thrace by a narrow, long, and difficult path in the season of stifling heat, without having written beforehand to Philip in Macedonia to meet him in order to escort him, nor having divided his army into several parts so that it might march more lightly and have necessities more easily, nor having arranged the baggage train into straight files so that it might be more easily guarded.
ἀλλʼ ἀθρόως ἦγεν ἅπαντας ἐπὶ μῆκος πολύ, καὶ τὰ σκευοφόρα εἶχεν ἐν μέσῳ, μήτε τῶν πρόσθεν αὐτοῖς δυναμένων ἐπικουρεῖν μήτε τῶν ὄπισθεν ὀξέως διὰ μῆκος ὁμοῦ καὶ στενότητα τῆς ὁδοῦ.
Instead, he led everyone in a mass over a great length, and had the baggage in the middle, so that neither those in front could help them, nor those behind quickly, because of both the length and the narrowness of the road.
ὅθεν αὐτῷ πανταχόθεν ἐς τὰ πλάγια τῶν Θρᾳκῶν ἐπικειμένων, πολὺ μέρος ἀπώλεσε τῆς τε λείας καὶ τῶν δημοσίων χρημάτων καὶ αὐτοῦ δὴ τοῦ στρατοῦ.
Consequently, as the Thracians fell upon his flanks from all sides, he lost a large part of the booty, the public money, and indeed the army itself.
μετὰ δὲ τῶν ὑπολοίπων ἐς Μακεδονίαν διεσώθη.
With the survivors he escaped to Macedonia.
ᾧ δὴ καὶ μάλιστα ἐγένετο καταφανὲς ὅσον ὤνησε παραπέμπων τοὺς Σκιπίωνας ὁ Φίλιππος, καὶ ὅσον ἥμαρτεν Ἀντίοχος ἐκλιπὼν τὴν Χερρόνησον.
By this indeed it became most obvious how much Philip had benefited the Scipios by escorting them, and how much Antiochus had erred in leaving the Chersonese.
ὁ δὲ Μάλλιος ἔκ τε Μακεδονίας Θεσσαλίαν διελθὼν καὶ ἐκ Θεσσαλίας Ἤπειρον ἐς Βρεντέσιον ἐπέρα, καὶ τὴν λοιπὴν στρατιὰν ἐς τὰ οἰκεῖα διαφεὶς ἐπανῆλθεν ἐς Ῥώμην.
Manlius, passing through Thessaly from Macedonia and through Epirus from Thessaly, crossed over to Brundisium, and having dismissed the remaining army to their homes, returned to Rome.
§744Ῥόδιοι δὲ καὶ Εὐμένης ὁ Περγάμου βασιλεὺς μέγα φρονοῦντες ἐπὶ τῇ κατʼ Ἀντιόχου συμμαχίᾳ, Εὐμένης μὲν αὐτὸς ἐς Ῥώμην ἐστέλλετο, Ῥόδιοι δὲ πρέσβεις ἔπεμπον.
The Rhodians and Eumenes, the king of Pergamon, being proud of their alliance against Antiochus, Eumenes himself set out for Rome, and the Rhodians sent envoys.
ἡ βουλὴ δὲ Ῥοδίοις μὲν ἔδωκε Λυκίους τε καὶ Κᾶρας, οὓς οὐ πολὺ ὕστερον ἀπέστησεν αὐτῶν ὡς Περσεῖ τῷ Μακεδόνι μᾶλλον ἢ σφίσι πολεμοῦσι τῷ Περσεῖ προθυμοτέρων γενομένων, Εὐμένει δὲ παρέσχον ὅσα λοιπὰ ἀφῄρηντο Ἀντίοχον, χωρὶς Ἑλλήνων τῶν ἐν αὐτοῖς.
The senate gave the Rhodians the Lycians and Carians, whom they took away from them not long after, because they became more zealous for Perseus the Macedonian than for themselves when they fought against Perseus. To Eumenes they granted all the rest that they had taken from Antiochus, except for the Greeks among them.
τούτων δὲ ὅσοι μὲν Ἀττάλῳ τῷ πατρὶ Εὐμένους ἐτέλουν φόρους, ἐκέλευσαν Εὐμένει συμφέρειν, ὅσοι δʼ Ἀντιόχῳ πρῶτον ἐτέλουν, ἀπέλυσαν τῶν φόρων καὶ αὐτονόμους ἀφῆκαν.
Of these, as many as paid tribute to Attalus, the father of Eumenes, they ordered to pay to Eumenes; and as many as originally paid to Antiochus, they released from tribute and left autonomous.