§1.18.1μετὰ δὲ ταῦτα συνέβη τοὺς μὲν Καρχηδονίους εὐλαβέστερον διακεῖσθαι πρὸς τὰς ἐπιθέσεις, τοὺς δὲ Ῥωμαίους φυλακτικώτερον χρῆσθαι ταῖς προνομαῖς.
After this, it happened that the Carthaginians became more cautious about making attacks, and the Romans conducted their foraging with greater vigilance.
§1.18.2ἐπεὶ δʼ οὐκ ἀντεξῄεσαν οἱ Καρχηδόνιοι πλὴν ἕως ἀκροβολισμοῦ, διελόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων εἰς δύο μέρη τὴν δύναμιν τῷ μὲν ἑνὶ περὶ τὸ πρὸ τῆς πόλεως Ἀσκληπιεῖον ἔμενον, θατέρῳ δὲ κατεστρατοπέδευσαν ἐν τοῖς πρὸς Ἡράκλειαν κεκλιμένοις μέρεσιν τῆς πόλεως.
Since the Carthaginians did not come out to meet them except for skirmishing, the Roman generals, dividing their force into two parts, remained with one at the Asclepieium in front of the city, and with the other encamped on that side of the city which faced towards Heraclea.
§1.18.3τὰ δὲ μεταξὺ τῶν στρατοπέδων ἐξ ἑκατέρου τοῦ μέρους τῆς πόλεως ὠχυρώσαντο καὶ τὴν μὲν ἐντὸς αὐτῶν τάφρον προεβάλοντο χάριν τῆς πρὸς τοὺς ἐξιόντας ἐκ τῆς πόλεως ἀσφαλείας, τὴν δʼ ἐκτὸς αὐτῶν περιεβάλοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων εἰς τὰς πολιορκουμένας πόλεις.
And they fortified the space between the camps on both sides of the city; they dug an inner trench as a defense against those sallying out from the city, and surrounded themselves with an outer one as a protection against attacks from without and against those things which are usually introduced or slipped into besieged cities.
§1.18.4τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατοπέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν τόπων ἐν διαστάσει.
They also occupied the intervals between the trenches and the camps with outposts, fortifying the advantageous positions at intervals.
§1.18.5τὰ δὲ χορήγια καὶ τὴν ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἥθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ἑρβησόν, αὐτοὶ δʼ ἐκ ταύτης τῆς πόλεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα σφίσι παρεσκεύαζον.
As for food and other supplies, all the other allies collected and brought them for them to Herbesus; and the Romans themselves, continually transporting the provisions from this city, which was not far off, provided themselves with an abundance of necessaries.
§1.18.6πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατʼ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων.
For about five months, then, they remained in the same position, unable to gain any decisive advantage over one another, except for what occurred in the skirmishes themselves.
§1.18.7συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶν — οὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχον — δυσχρηστούμενος Ἀννίβας ἤδη τοῖς πράγμασιν, ὁ τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συνεχῶς εἰς τὴν Καρχηδόνα τήν τε περίστασιν διασαφῶν καὶ βοηθεῖν παρακαλῶν.
But when the Carthaginians began to be hard pressed by famine because of the large number of people shut up in the city—for they were not fewer than fifty thousand—Hannibal, who was in command of the besieged forces, being already distressed by the state of affairs, sent messages continually to Carthage, explaining their situation and begging for help.
§1.18.8οἱ δʼ ἐν τῇ Καρχηδόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμίσαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν πρὸς Ἄννωνα τὸν ἕτερον στρατηγόν.
Those at Carthage, having filled their ships with the newly enlisted soldiers and elephants, dispatched them to Sicily to Hanno, the other general.
§1.18.9ὃς συναγαγὼν τὰς παρασκευὰς καὶ δυνάμεις εἰς Ἡράκλειαν πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἑρβησέων πόλιν καὶ παρείλετο τὰς ἀγορὰς καὶ τὴν τῶν ἀναγκαίων χορηγίαν τοῖς τῶν ὑπεναντίων στρατοπέδοις.
Hanno, having concentrated his supplies and forces at Heraclea, first of all seized the city of Herbesus by a sudden coup, and deprived the enemy's camps of their provisions and supply of necessaries.
§1.18.10ἐξ οὗ συνέβη τοὺς Ῥωμαίους ἐπʼ ἴσου πολιορκεῖν καὶ πολιορκεῖσθαι τοῖς πράγμασιν.
As a result of this, it came about that the Romans were practically besieged as much as they were besieging.
εἰς γὰρ τοῦτο συνήγοντο τῇ σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγκαίων ὥστε πολλάκις βουλεύεσθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν.
For they were driven to such straits by the scarcity of grain and lack of necessaries that they frequently debated about raising the siege.
§1.18.11ὃ δὴ καὶ τέλος ἂν ἐποίησαν, εἰ μὴ πᾶσαν σπουδὴν καὶ μηχανὴν προσφερόμενος Ἱέρων τὰ μέτρια καὶ τἀναγκαῖα σφίσι παρεσκεύαζε
And indeed they would have done so in the end, if Hiero, employing every effort and device, had not supplied them with a moderate amount of what was necessary.