§8.47.1τὸ δὲ ἄγαλμα ἐν Τεγέᾳ τὸ ἐφʼ ἡμῶν ἐκομίσθη μὲν ἐκ δήμου τοῦ Μανθουρέων, Ἱππία δὲ παρὰ τοῖς Μανθουρεῦσιν εἶχεν ἐπίκλησιν, ὅτι τῷ ἐκείνων λόγῳ γινομένης τοῖς θεοῖς πρὸς γίγαντας μάχης ἐπήλασεν Ἐγκελάδῳ ἵππων τὸ ἅρμα·
The statue in Tegea in our time was brought from the deme of the Manthyrenses, and it had the surname Hippia among the Manthyrenses, because according to their story, when the battle of the gods against the giants took place, she drove her chariot of horses against Enceladus.
Ἀλέαν μέντοι καλεῖσθαι καὶ ταύτην ἔς τε Ἕλληνας τοὺς ἄλλους καὶ ἐς αὐτοὺς Πελοποννησίους ἐκνενίκηκε.
However, the name Alea has prevailed for this one too both among the other Greeks and among the Peloponnesians themselves.
τῷ δὲ ἀγάλματι τῆς Ἀθηνᾶς τῇ μὲν Ἀσκληπιός, τῇ δὲ Ὑγείᾳ παρεστῶσά ἐστι λίθου τοῦ Πεντελησίου, Σκόπα δὲ ἔργα Παρίου.
By the statue of Athena, on one side Asclepius and on the other Hygeia are standing, made of Pentelic marble, works of Scopas of Paros.
§8.47.2ἀναθήματα δὲ ἐν τῷ ναῷ τὰ ἀξιολογώτατα, ἔστι μὲν τὸ δέρμα ὑὸς τοῦ Καλυδωνίου, διεσήπετο δὲ ὑπὸ τοῦ χρόνου καὶ ἐς ἅπαν ἦν τριχῶν ἤδη ψιλόν·
The most remarkable of the votive offerings in the temple are, on the one hand, the hide of the Calydonian boar, which has been rotted away by time and was by now completely bare of hair.
εἰσὶ δὲ αἱ πέδαι κρεμάμεναι, πλὴν ὅσας ἠφάνισεν αὐτῶν ἰός, ἅς γε ἔχοντες Λακεδαιμονίων οἱ αἰχμάλωτοι τὸ πεδίον Τεγεάταις ἔσκαπτον·
There are also the chains hanging, except for those which rust has destroyed, wearing which the prisoners of the Lacedaemonians used to dig the plain for the Tegeans.
κλίνη τε ἱερὰ τῆς Ἀθηνᾶς καὶ Αὔγης εἰκὼν γραφῇ μεμιμημένη Μαρπήσσης τε ἐπίκλησιν Χοίρας, γυναικὸς Τεγεάτιδος, ἀνάκειται τὸ ὅπλον.
Also dedicated are a sacred couch of Athena, and a portrait of Auge represented in painting, and the weapon of Marpessa, a Tegean woman surnamed Choera.
§8.47.3ταύτης μὲν δὴ ποιησόμεθα καὶ ὕστερον μνήμην·
We shall make mention of this woman later as well.
ἱερᾶται δὲ τῇ Ἀθηνᾷ παῖς χρόνον οὐκ οἶδα ὅσον τινά, πρὶν δὲ ἡβάσκειν καὶ οὐ πρόσω, τὴν ἱερωσύνην.
Serving as priest to Athena is a boy for how long a time I do not know, but before reaching puberty and not beyond, he holds the priesthood.
τῇ θεῷ δὲ ποιηθῆναι τὸν βωμὸν ὑπὸ Μελάμποδος τοῦ Ἀμυθάονος λέγουσιν·
They say that the altar was made for the goddess by Melampus, son of Amythaon.
εἰργασμέναι δὲ ἐπὶ τῷ βωμῷ Ῥέα μὲν καὶ Οἰνόη νύμφη παῖδα ἔτι νήπιον Δία ἔχουσιν, ἑκατέρωθεν δέ εἰσι τέσσαρες ἀριθμόν, Γλαύκη καὶ Νέδα καὶ Θεισόα καὶ Ἀνθρακία, τῇ δὲ Ἴδη καὶ Ἁγνὼ καὶ Ἀλκινόη τε καὶ Φρίξα.
Represented on the altar, Rhea and the nymph Oenoe hold Zeus while still an infant child, and on either side there are nymphs, four in number: on one side Glauce, Neda, Theisoa, and Anthracia, and on the other Ide, Hagno, Alcinoe, and Phrixa.
πεποίηται δὲ καὶ Μουσῶν καὶ Μνημοσύνης ἀγάλματα.
Statues of the Muses and of Mnemosyne have also been made.
§8.47.4τοῦ ναοῦ δὲ οὐ πόρρω στάδιον χῶμα γῆς ἐστι, καὶ ἄγουσιν ἀγῶνας ἐνταῦθα, Ἀλεαῖα ὀνομάζοντες ἀπὸ τῆς Ἀθηνᾶς, τὸν δὲ Ἁλώτια, ὅτι Λακεδαιμονίων τὸ πολὺ ἐν τῇ μάχῃ ζῶντας εἷλον.
Not far from the temple is a stadium made of a mound of earth, and they hold games there, calling one Aleaea after Athena, and the other Halotia, because they captured most of the Lacedaemonians alive in the battle.
ἔστι δὲ ἐν τοῖς πρὸς ἄρκτον τοῦ ναοῦ κρήνη, καὶ ἐπὶ ταύτῃ βιασθῆναι τῇ κρήνῃ φασὶν Αὔγην ὑπὸ Ἡρακλέους, οὐχ ὁμολογοῦντες Ἑκαταίῳ τὰ ἐς αὐτήν.
To the north of the temple there is a spring, and they say that by this spring Auge was violated by Heracles, not agreeing with Hecataeus in what concerns her.
ἀπωτέρω δὲ τῆς κρήνης ὅσον σταδίοις τρισίν ἐστιν Ἑρμοῦ ναὸς Αἰπύτου.
About three stadia away from the spring is the temple of Hermes of Aepytus.
§8.47.5Τεγεάταις δέ ἐστι καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς Πολιάτιδος, ἑκάστου δὲ ἅπαξ ἔτους ἱερεὺς ἐς αὐτὸ ἔσεισι· τοῦτο Ἔρυμα τὸ ἱερὸν ὀνομάζουσι, λέγοντες ὡς Κηφεῖ τῷ Ἀλέου γένοιτο δωρεὰ παρὰ Ἀθηνᾶς ἀνάλωτον ἐς τὸν πάντα χρόνον εἶναι Τεγέαν, καὶ αὐτῷ φασιν ἐς φυλακὴν τῆς πόλεως ἀποτεμοῦσαν τὴν θεὸν δοῦναι τριχῶν τῶν Μεδούσης.
The Tegeans also have another sanctuary of Athena Poliatis, and once in each year the priest enters into it; they call this sanctuary Eryma (the Defense), saying that Cepheus, son of Aleus, received a gift from Athena that Tegea should be untakeable for all time, and they say that the goddess, having cut off some of the hair of Medusa for the defense of the city, gave it to him.
§8.47.6ἐς δὲ τὴν Ἄρτεμιν, Ἡγεμόνην τὴν αὐτήν, τοιάδε λέγουσιν.
Concerning Artemis, who is the same as Hegemone, they tell the following story.
Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ τυραννίδα ἔσχεν Ἀριστομηλίδας, ἐρασθεὶς δὲ Τεγεάτιδος παρθένου καὶ ἐγκρατὴς ὅτῳ δὴ τρόπῳ γενόμενος ἐπιτρέπει τὴν φρουρὰν αὐτῆς Χρονίῳ·
Aristomelidas held the tyranny over the Orchomenians in Arcadia, and having fallen in love with a Tegean maiden and having got her into his power in some way or other, he entrusted her custody to Chronius.
καὶ ἡ μέν, πρὶν ἀναχθῆναι παρὰ τὸν τύραννον, ἀποκτίννυσιν ἑαυτὴν ὑπὸ δείματός τε καὶ αἰδοῦς, Χρόνιον δὲ Ἀρτέμιδος ἐπήγειρεν ὄψις ἐπὶ Ἀριστομηλίδαν·
She, before being brought to the tyrant, killed herself out of fear and shame; and an apparition of Artemis aroused Chronius against Aristomelidas.
φονεύσας δὲ ἐκεῖνον καὶ ἐς Τεγέαν φυγὼν ἐποίησεν ἱερὸν τῇ Ἀρτέμιδι.
Having slain him and fled to Tegea, he built a sanctuary for Artemis.