§7.18.8Πατρεῦσι δὲ ἐν ἄκρᾳ τῇ πόλει Λαφρίας ἱερόν ἐστιν Ἀρτέμιδος· ξενικὸν μὲν τῇ θεῷ τὸ ὄνομα, ἐσηγμένον δὲ ἑτέρωθεν καὶ τὸ ἄγαλμα.
For the Patraeans, in the high city there is a sanctuary of Artemis Laphria; the surname for the goddess is foreign, and the image also was imported from elsewhere.
Καλυδῶνος γὰρ καὶ Αἰτωλίας τῆς ἄλλης ὑπὸ Αὐγούστου βασιλέως ἐρημωθείσης διὰ τὸ ἐς τὴν Νικόπολιν τὴν ὑπὲρ τοῦ Ἀκτίου συνοικίζεσθαι καὶ τὸ Αἰτωλικόν, οὕτω τὸ ἄγαλμα τῆς Λαφρίας οἱ Πατρεῖς ἔσχον.
For when Calydon and the rest of Aetolia were depopulated by the Emperor Augustus because of the Aetolian people also being resettled into Nicopolis above Actium, in this way the Patraeans obtained the image of Laphria.
§7.18.9ὡσαύτως δὲ καὶ ὅσα ἄλλα ἀγάλματα ἔκ τε Αἰτωλίας καὶ παρὰ Ἀκαρνάνων, τὰ μὲν πολλὰ ἐς τὴν Νικόπολιν κομισθῆναι, Πατρεῦσι δὲ ὁ Αὔγουστος ἄλλα τε τῶν ἐκ Καλυδῶνος λαφύρων καὶ δὴ καὶ τῆς Λαφρίας ἔδωκε τὸ ἄγαλμα, ὃ δὴ καὶ ἐς ἐμὲ ἔτι ἐν τῇ ἀκροπόλει τῇ Πατρέων εἶχε τιμάς.
And likewise, as for all the other images both from Aetolia and from the Acarnanians, most of them were carried to Nicopolis, but to the Patraeans Augustus gave other spoils from Calydon and indeed also the image of Laphria, which indeed even to my time still had honors in the acropolis of the Patraeans.
γενέσθαι δὲ ἐπίκλησιν τῇ θεῷ Λαφρίαν ἀπὸ ἀνδρὸς Φωκέως φασί· Λάφριον γὰρ τὸν Κασταλίου τοῦ Δελφοῦ Καλυδωνίοις ἱδρύσασθαι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ἀρχαῖον, οἱ δὲ τῆς Ἀρτέμιδος τὸ μήνιμα τὸ §7.18.10ἐς Οἰνέα ἀνὰ χρόνον τοῖς Καλυδωνίοις ἐλαφρότερον γενέσθαι λέγουσι καὶ αἰτίαν τῇ θεῷ τῆς ἐπικλήσεως ἐθέλουσιν εἶναι ταύτην.
And they say that the surname Laphria came to the goddess from a Phocian man; for they say that Laphrios, the son of Castalios the Delphian, set up for the Calydonians the ancient image of Artemis; while others say that the wrath of Artemis against Oeneus became in course of time lighter (elaphroteron) for the Calydonians, and they wish this to be the cause of the surname for the goddess.
τὸ μὲν σχῆμα τοῦ ἀγάλματος θηρεύουσά ἐστιν, ἐλέφαντος δὲ καὶ χρυσοῦ πεποίηται, Ναυπάκτιοι δὲ Μέναιχμος καὶ Σοΐδας εἰργάσαντο· τεκμαίρονται σφᾶς Κανάχου τοῦ Σικυωνίου καὶ τοῦ Αἰγινήτου Κάλλωνος οὐ πολλῷ γενέσθαι τινὶ ἡλικίαν ὑστέρους.
The shape of the image is that of a huntress, and it is made of ivory and gold, and Menaechmus and Soidas of Naupactus made it; they estimate that they were not much later in date than Canachus the Sicyonian and Callon of Aegina.
§7.18.11ἄγουσι δὲ καὶ Λάφρια ἑορτὴν τῇ Ἀρτέμιδι οἱ Πατρεῖς ἀνὰ πᾶν ἔτος, ἐν ᾗ τρόπος ἐπιχώριος θυσίας ἐστὶν αὐτοῖς.
And the Patraeans also celebrate the festival Laphria to Artemis every year, in which they have a local manner of sacrifice.
περὶ μὲν τὸν βωμὸν ἐν κύκλῳ ξύλα ἱστᾶσιν ἔτι χλωρὰ καὶ ἐς ἑκκαίδεκα ἕκαστον πήχεις· ἐντὸς δὲ ἐπὶ τοῦ βωμοῦ τὰ αὐότατά σφισι τῶν ξύλων κεῖται.
Around the altar they set up in a circle wood that is still green and each up to sixteen cubits; and inside upon the altar lies the driest of their wood.
μηχανῶνται δὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς καὶ ἄνοδον ἐπὶ τὸν βωμὸν λειοτέραν, ἐπιφέροντες γῆν ἐπὶ τοῦ βωμοῦ τοὺς ἀναβασμούς.
And at the time of the festival they also contrive a smoother ascent to the altar, bringing earth onto the steps of the altar.
§7.18.12πρῶτα μὲν δὴ πομπὴν μεγαλοπρεπεστάτην τῇ Ἀρτέμιδι πομπεύουσι, καὶ ἡ ἱερωμένη παρθένος ὀχεῖται τελευταία τῆς πομπῆς ἐπὶ ἐλάφων ὑπὸ τὸ ἅρμα ἐζευγμένων· ἐς δὲ τὴν ἐπιοῦσαν τηνικαῦτα ἤδη δρᾶν τὰ ἐς τὴν θυσίαν νομίζουσι, δημοσίᾳ τε ἡ πόλις καὶ οὐχ ἧσσον ἐς τὴν ἑορτὴν οἱ ἰδιῶται φιλοτίμως ἔχουσιν.
First, indeed, they conduct a most magnificent procession for Artemis, and the maiden priestess rides last in the procession on deer yoked to the chariot; and on the next day, they are accustomed then at last to perform the things for the sacrifice, and both the city publicly and no less private individuals eagerly show their zeal for the festival.
ἐσβάλλουσι γὰρ ζῶντας ἐς τὸν βωμὸν ὄρνιθάς τε τοὺς ἐδωδίμους καὶ ἱερεῖα ὁμοίως ἅπαντα, ἔτι δὲ ὗς ἀγρίους καὶ ἐλάφους τε καὶ δορκάδας, οἱ δὲ καὶ λύκων καὶ ἄρκτων σκύμνους, οἱ δὲ καὶ τὰ τέλεια τῶν θηρίων· κατατιθέασι δὲ ἐπὶ τὸν βωμὸν καὶ δένδρων καρπὸν τῶν ἡμέρων.
For they throw alive into the altar both edible birds and all kinds of victims alike, and besides, wild boars, deer, and gazelles, and some even the cubs of wolves and bears, and others even the full-grown wild beasts; and they also place on the altar the fruit of cultivated trees.
§7.18.13τὸ δὲ ἀπὸ τούτου πῦρ ἐνιᾶσιν ἐς τὰ ξύλα.
And after this, they set fire to the wood.
ἐνταῦθά που καὶ ἄρκτον καὶ ἄλλο τι ἐθεασάμην τῶν ζῴων, τὰ μὲν ὑπὸ τὴν πρώτην ὁρμὴν τοῦ πυρὸς βιαζόμενα ἐς τὸ ἐκτός, τὰ δὲ καὶ ἐκφεύγοντα ὑπὸ ἰσχύος· ταῦτα οἱ ἐμβαλόντες ἐπανάγουσιν αὖθις ἐς τὴν πυράν.
There, indeed, I saw even a bear and some other of the animals, some forced outwards by the first onset of the fire, and others even escaping by their strength; these, those who threw them in, bring back again to the pyre.
τρωθῆναι δὲ οὐδένα ὑπὸ τῶν θηρίων μνημονεύουσιν.
But they remember that no one has ever been wounded by the wild beasts.