§3.15.7πλησίον δέ ἐστιν Ἱπποσθένους ναός, ᾧ γεγόνασιν αἱ πολλαὶ νῖκαι πάλης· σέβουσι δὲ ἐκ μαντεύματος τὸν Ἱπποσθένην ἅτε Ποσειδῶνι τιμὰς νέμοντες.
Near it is the temple of Hipposthenes, who had many victories in wrestling; and they worship Hipposthenes by an oracle, as if paying honors to Poseidon.
τοῦ ναοῦ δὲ ἀπαντικρὺ πέδας ἐστὶν ἔχων Ἐνυάλιος, ἄγαλμα ἀρχαῖον.
Opposite the temple is an ancient statue of Enyalius, who has fetters on him.
γνώμη δὲ Λακεδαιμονίων τε ἐς τοῦτό ἐστιν ἄγαλμα καὶ Ἀθηναίων ἐς τὴν Ἄπτερον καλουμένην Νίκην, τῶν μὲν οὔποτε τὸν Ἐνυάλιον φεύγοντα οἰχήσεσθαί σφισιν ἐνεχόμενον ταῖς πέδαις, Ἀθηναίων δὲ τὴν Νίκην αὐτόθι ἀεὶ μενεῖν οὐκ ὄντων πτερῶν.
The opinion of the Lacedaemonians about this statue and that of the Athenians about the so-called "Wingless" Nike is that the former think Enyalius, being held by the fetters, will never depart from them by fleeing, while the Athenians think Nike, because she has no wings, will always remain there.
τόνδε μέν εἰσιν αἱ πόλεις αὗται τὰ ξόανα τὸν τρόπον ἱδρυμέναι καὶ ἐπὶ δόξῃ τοιαύτῃ·
In this manner and with such belief these cities have dedicated these wooden statues.
§3.15.8ἐν Σπάρτῃ δὲ λέσχη τέ ἐστι καλουμένη Ποικίλη καὶ ἡρῷα πρὸς αὐτῇ Κάδμου τοῦ Ἀγήνορος τῶν τε ἀπογόνων, Οἰολύκου τοῦ Θήρα καὶ Αἰγέως τοῦ Οἰολύκου.
In Sparta there is a clubhouse called Poikile, and near it are the hero-shrines of Cadmus, the son of Agenor, and of his descendants, Oeolycus, the son of Theras, and Aegeus, the son of Oeolycus.
ποιῆσαι δὲ τὰ ἡρῷα λέγουσι Μαῖσιν καὶ Λαίαν τε καὶ Εὐρώπαν, εἶναι δὲ αὐτοὺς Ὑραίου παῖδας τοῦ Αἰγέως.
They say that Maisis, Laias, and Europas made these hero-shrines, and that they were the children of Hyraeus, the son of Aegeus.
ἐποίησαν δὲ καὶ τῷ Ἀμφιλόχῳ τὸ ἡρῷον, ὅτι σφίσιν ὁ πρόγονος Τισαμενὸς μητρὸς ἦν Δημωνάσσης, ἀδελφῆς Ἀμφιλόχου.
And they also made the hero-shrine for Amphilochus, because their ancestor Tisamenus had for a mother Demonassa, the sister of Amphilochus.
§3.15.9μόνοις δὲ Ἑλλήνων Λακεδαιμονίοις καθέστηκεν Ἥραν ἐπονομάζειν Αἰγοφάγον καὶ αἶγας τῇ θεῷ θύειν.
Among the Greeks, only the Lacedaemonians have the custom of surnaming Hera "Aigophagos" and of sacrificing goats to the goddess.
Ἡρακλέα δὲ λέγουσιν ἱδρύσασθαι τὸ ἱερὸν καὶ αἶγας θῦσαι πρῶτον, ὅτι μαχομένῳ οἱ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας οὐδὲν ἐκ τῆς Ἥρας ἀπήντησεν ἐμπόδιον, ὥσπερ γε ἐπὶ τῶν ἄλλων ἐδόξαζεν ἐναντιοῦσθαί οἱ τὴν θεόν· αἶγας δὲ αὐτὸν θῦσαί φασιν ἱερείων ἀπορήσαντα ἀλλοίων.
They say that Heracles founded the sanctuary and was the first to sacrifice goats, because when he was fighting against Hippocoon and his sons, no obstacle met him from Hera, whereas on other occasions he believed that the goddess opposed him; and they say that he sacrificed goats because he was in want of other kinds of sacrificial victims.
§3.15.10τοῦ θεάτρου δὲ οὐ πόρρω Ποσειδῶνός τε ἱερόν ἐστι Γενεθλίου καὶ ἡρῷα Κλεοδαίου τοῦ Ὕλλου καὶ Οἰβάλου.
Not far from the theater is a sanctuary of Poseidon Genethlios, and the hero-shrines of Cleodaeus, the son of Hyllus, and of Oebalus.
τῶν δὲ Ἀσκληπιείων τὸ ἐπιφανέστατον πεποίηταί σφισι πρὸς τοῖς Βοωνήτοις, ἐν ἀριστερᾷ δὲ ἡρῷον Τηλέκλου· τούτου δὲ καὶ ὕστερον ποιήσομαι μνήμην ἐν τῇ Μεσσηνίᾳ συγγραφῇ.
The most famous of their sanctuaries of Asclepius is built near the Booneti, and on the left is the hero-shrine of Teleclus; of him I shall make mention later in the Messenian history.
προελθοῦσι δὲ οὐ πολὺ λόφος ἐστὶν οὐ μέγας, ἐπὶ δὲ αὐτῷ ναὸς ἀρχαῖος καὶ Ἀφροδίτης ξόανον ὡπλισμένης.
Going forward not far, there is a hill, not large, and on it is an ancient temple with a wooden statue of Aphrodite in arms.
ναῶν δὲ ὧν οἶδα μόνῳ τούτῳ καὶ ὑπερῷον ἄλλο ἐπῳκοδόμηται Μορφοῦς ἱερόν.
Of the temples I know, on this one alone is built an upper story, another sanctuary, that of Morpho.
§3.15.11ἐπίκλησις μὲν δὴ τῆς Ἀφροδίτης ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδας περὶ τοῖς ποσί· περιθεῖναι δέ οἱ Τυνδάρεων τὰς πέδας φασὶν ἀφομοιοῦντα τοῖς δεσμοῖς τὸ ἐς τοὺς συνοικοῦντας τῶν γυναικῶν βέβαιον.
The surname of Aphrodite is Morpho, and she sits wearing a veil and with fetters on her feet; they say that Tyndareus put the fetters on her, assimilating by the bonds the constancy of women toward their husbands.
τὸν γὰρ δὴ ἕτερον λόγον, ὡς τὴν θεὸν πέδαις ἐτιμωρεῖτο ὁ Τυνδάρεως, γενέσθαι ταῖς θυγατράσιν ἐξ Ἀφροδίτης ἡγούμενος τὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι· ἦν γὰρ δὴ παντάπασιν εὔηθες κέδρου ποιησάμενον ζῴδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν.
For the other story—that Tyndareus punished the goddess with fetters, believing that the scandals of his daughters arose from Aphrodite—I do not accept at all; for indeed it was completely foolish to expect to punish the goddess after having made a wooden image of cedar and given it the name Aphrodite.