§1.44.1Κοροίβου δὲ τέθαπται πλησίον Ὄρσιππος, ὃς περιεζωσμένων ἐν τοῖς ἀγῶσι κατὰ δὴ παλαιὸν ἔθος τῶν ἀθλητῶν Ὀλύμπια ἐνίκα στάδιον δραμὼν γυμνός, φασὶ δὲ καὶ στρατηγοῦντα ὕστερον τὸν Ὄρσιππον ἀποτεμέσθαι χώραν τῶν προσοίκων·
Near Coroebus is buried Orsippus, who won the stadion race at Olympia by running naked, whereas by an ancient custom the athletes wore loincloths in the games; and they say that Orsippus, as general later on, cut off land from the neighbors.
δοκῶ δέ οἱ καὶ ἐν Ὀλυμπίᾳ τὸ περίζωμα ἑκόντι περιρρυῆναι, γνόντι ὡς ἀνδρὸς περιεζωσμένου δραμεῖν ῥᾴων ἐστὶν ἀνὴρ γυμνὸς.
And it seems to me that at Olympia his loincloth also slipped off on purpose, as he realized that a naked man can run more easily than a man with a loincloth.
§1.44.2ἐκ δὲ τῆς ἀγορᾶς κατιοῦσι τῆς ὁδοῦ τῆς Εὐθείας καλουμένης Ἀπόλλωνος ἱερόν ἐστιν ἐν δεξιᾷ Προστατηρίου· τοῦτο ὀλίγον ἐκτραπέντα ἔστιν ἐκ τῆς ὁδοῦ ἀνευρεῖν.
For those going down from the market-place along the road called Eutheia, there is on the right a sanctuary of Apollo Prostaterios; one can find this by turning slightly off the road.
Ἀπόλλων δὲ ἐν αὐτῷ κεῖται θέας ἄξιος καὶ Ἄρτεμις καὶ Λητὼ καὶ ἄλλα ἀγάλματά ἐστι Πραξιτέλους ποιήσαντος.
In it is an Apollo well worth seeing, and Artemis, and Leto, and there are other statues made by Praxiteles.
ἔστι δὲ ἐν τῷ γυμνασίῳ τῷ ἀρχαίῳ πλησίον πυλῶν καλουμένων Νυμφάδων λίθος παρεχόμενος πυραμίδος σχῆμα οὐ μεγάλης· τοῦτον Ἀπόλλωνα ὀνομάζουσι Καρινόν, καὶ Εἰλειθυιῶν ἐστιν ἐνταῦθα ἱερόν.
In the ancient gymnasium, near the gates called Nymphades, there is a stone having the shape of a small pyramid; this they call Apollo Carinos, and there is a sanctuary of the Eileithyiai here.
τοσαῦτά σφισιν ἐς ἐπίδειξιν παρείχετο ἡ πόλις·
So many things did the city present to them for exhibition.
§1.44.3ἐς δὲ τὸ ἐπίνειον, καλούμενον καὶ ἐς ἡμᾶς ἔτι Νίσαιαν, ἐς τοῦτο κατελθοῦσιν ἱερὸν Δήμητρός ἐστι Μαλοφόρου·
For those going down to the harbor, which even down to our time is still called Nisaea, there is a sanctuary of Demeter Malophoros.
λέγεται δὲ καὶ ἄλλα ἐς τὴν ἐπίκλησιν καὶ τοὺς πρώτους πρόβατα ἐν τῇ γῇ θρέψαντας Δήμητρα ὀνομάσαι Μαλοφόρον, καταρρυῆναι δὲ τῷ ἱερῷ τὸν ὄροφον τεκμαίροιτο ἄν τις ὑπὸ τοῦ χρόνου.
Other things are said concerning the nickname, and also that those who first reared sheep in the land named Demeter Malophoros; and that the roof of the temple has fallen in, one might infer from the passage of time.
καὶ ἀκρόπολίς ἐστιν ἐνταῦθα ὀνομαζομένη καὶ αὐτὴ Νίσαια· καταβᾶσι δὲ ἐκ τῆς ἀκροπόλεως μνῆμά ἐστι πρὸς θαλάσσῃ Λέλεγος, ὃν ἀφικόμενον βασιλεῦσαι λέγουσιν ἐξ Αἰγύπτου, παῖδα δὲ εἶναι Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου.
There is also an acropolis here, itself called Nisaea; and for those going down from the acropolis there is by the sea the tomb of Lelex, who they say came from Egypt and ruled as king, being the son of Poseidon and Libya, the daughter of Epaphus.
παρήκει δὲ παρὰ τὴν Νίσαιαν νῆσος οὐ μεγάλη Μινώα· ἐνταῦθα ἐν τῷ πολέμῳ τῷ πρὸς Νῖσον παρώρμει τὸ ναυτικὸν τῶν Κρητῶν.
Beside Nisaea lies Minoa, an island of no great size; here the fleet of the Cretans lay at anchor during the war against Nisus.
§1.44.4ἡ δὲ ὀρεινὴ τῆς Μεγαρίδος τῆς Βοιωτῶν ἐστιν ὅμορος, ἐν ᾗ Μεγαρεῦσι Παγαὶ πόλις, ἑτέρα δὲ Αἰγόσθενα ᾤκισται.
The mountainous part of the Megarid is adjacent to the territory of the Boeotians, in which are settled the Megarian city of Pagae and another, Aegosthena.
ἰοῦσι δὲ ἐς τὰς Παγὰς ἐκτραπομένοις ὀλίγον τῆς λεωφόρου πέτρα δείκνυται διὰ πάσης ἔχουσα ἐμπεπηγότας ὀιστούς, ἐς ἣν οἱ Μῆδοί ποτε ἐτόξευον ἐν τῇ νυκτί.
For those going to Pagae, if they turn a little off the highway, a rock is shown with arrows stuck all through it, at which the Medes once shot in the night.
ἐν δὲ ταῖς Παγαῖς θέας ὑπελείπετο ἄξιον Ἀρτέμιδος Σωτείρας ἐπίκλησιν χαλκοῦν ἄγαλμα, μεγέθει τῷ παρὰ Μεγαρεῦσιν ἴσον καὶ σχῆμα οὐδὲν διαφόρως ἔχον.
In Pagae there was left a bronze statue of Artemis, surnamed Soteira, well worth seeing, equal in size to the one among the Megarians and in no way different in shape.
καὶ Αἰγιαλέως ἐνταῦθά ἐστιν ἡρῷον τοῦ Ἀδράστου· τοῦτον γάρ, ὅτε Ἀργεῖοι τὸ δεύτερον ἐς Θήβας ἐστράτευσαν, ὑπὸ τὴν πρώτην μάχην πρὸς Γλισᾶντι ἀποθανόντα οἱ προσήκοντες ἐς Παγὰς τῆς Μεγαρίδος κομίσαντες θάπτουσι, καὶ Αἰγιάλειον ἔτι καλεῖται τὸ ἡρῷον.
There is also here the hero-shrine of Aegialeus, the son of Adrastus; for when the Argives made their second expedition against Thebes, he died in the first battle near Glisas, and his relatives carried him to Pagae in the Megarid and buried him, and the hero-shrine is still called Aegialeon.
§1.44.5ἐν Αἰγοσθένοις δὲ Μελάμποδος τοῦ Ἀμυθάονός ἐστιν ἱερὸν καὶ ἀνὴρ οὐ μέγας ἐπειργασμένος ἐν στήλῃ· καὶ θύουσι τῷ Μελάμποδι καὶ ἀνὰ πᾶν ἔτος ἑορτὴν ἄγουσι.
In Aegosthena there is a sanctuary of Melampus, the son of Amythaon, and a man of no great size is carved on a stele; and they sacrifice to Melampus and hold a festival every year.
μαντεύεσθαι δὲ οὔτε διʼ ὀνειράτων αὐτὸν οὔτε ἄλλως λέγουσι.
But they say that he does not give prophecies either through dreams or in any other way.
καὶ τόδε ἄλλο ἤκουσα ἐν Ἐρενείᾳ τῇ Μεγαρέων κώμῃ, Αὐτονόην τὴν Κάδμου τῷ τε Ἀκταίωνος θανάτῳ, συμβάντι ὡς λέγεται, καὶ τῇ πάσῃ τοῦ οἴκου τοῦ πατρῴου τύχῃ περισσότερον ἀλγοῦσαν ἐνταῦθα ἐκ Θηβῶν μετοικῆσαι· καὶ Αὐτονόης μνῆμά ἐστιν ἐν τῇ κώμῃ ταύτῃ.
And I heard this other story in Ereneia, a village of the Megarians, that Autonoe, the daughter of Cadmus, being exceedingly grieved at the death of Actaeon, which happened as it is told, and at the whole fortune of her father's house, migrated here from Thebes; and there is a tomb of Autonoe in this village.