§13.1.41οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκεν
"
ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή. "
"
ἦ γὰρ καὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν. "
"
βουλῇ καὶ μύθοισι. "
"
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ
"
καὶ τὰ τοιαῦτα δὲ τοῦ αὐτοῦ τίθενται τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει· πέπλον γὰρ κελεύει
"
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν. "
, ὡς καί,
"
μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν. "
βέλτιον γὰρ οὕτως ἢ ὡς τινὲς δέχονται ἀντὶ τοῦ
παρὰ τοῖς γόνασι θεῖναι
παρατιθέντες τὸ
"
ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ
"
ἀντὶ τοῦ
παρʼ ἐσχάρῃ. τίς γὰρ ἂν νοηθείη πέπλου ἀνάθεσις παρὰ τοῖς γόνασι;
So indeed the Ilians say, but Homer explicitly speaks of the destruction of the city: "A day shall come when sacred Ilios shall perish." "For indeed we thoroughly destroyed the steep city of Priam." "By counsel and by words." "And the city of Priam was plundered in the tenth year." And things of this sort are also adduced as evidence of the same thing, such as that the wooden image of Athena is now seen standing, whereas Homer represents it as sitting; for he commands them "to place the robe upon the knees of Athena," just as also: "that never should a beloved son sit upon his knees." For it is better to understand it in this way than as some accept it, as meaning "to place beside the knees," adducing as a parallel: "and she sits at the hearth in the light of the fire," in the sense of "beside the hearth." For what dedication of a robe beside the knees could be conceived?
καὶ οἱ τὴν προσῳδίαν δὲ διαστρέφοντες,
γουνάσιν
ὡς θυιάσιν, ὁποτέρως ἂν δέξωνται, ἀπεραντολογοῦσιν, εἴθʼ ἱκετεύοντες τε φρένας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀθηνᾶς ξοάνων καθήμενα δείκνυται, καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώμῃ Χίῳ ἄλλαις πλείοσιν.
And those who distort the accentuation, reading "gounasin" like "thuiasin," whichever way they take it, talk endlessly, whether they understand "supplicating" or "minds." And many of the ancient wooden images of Athena are shown sitting, as in Phocaea, Massalia, Rome, Chios, and several other cities.
ὁμολογοῦσι δὲ καὶ οἱ νεώτεροι τὸν ἀφανισμὸν τῆς πόλεως, ὧν ἔστι καὶ Λυκοῦργος ὁ ῥήτωρ· μνησθεὶς γὰρ τῆς Ἰλιέων πόλεως φησί
"τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφθη, ἀοίκητον οὖσαν; " §13.1.42εἰκάζουσι δὲ τοὺς ὕστερον ἀνακτίσαι διανοουμένους οἰωνίσασθαι τὸν τόπον ἐκεῖνον, εἴτε διὰ τὰς συμφορὰς εἴτε καὶ καταρασαμένου τοῦ Ἀγαμέμνονος κατὰ παλαιὸν ἔθος, καθάπερ καὶ ὁ Κροῖσος ἐξελὼν τὴν Σιδήνην, εἰς ἣν ὁ τύραννος κατέφυγε Γλαυκίας, ἀρὰς ἔθετο κατὰ τῶν τειχιούντων πάλιν τὸν τόπον.
And the later writers also agree on the destruction of the city, among whom is Lycurgus the orator; for having mentioned the city of the Ilians, he says: "Who has not heard that, once razed by the Greeks, it was left uninhabited?" And people conjecture that those who later intended to rebuild it regarded that place as an ill omen, either because of the misfortunes or because Agamemnon had laid a curse upon it according to an ancient custom, just as Croesus also, having destroyed Sidene, into which the tyrant Glaucias had fled, laid curses upon those who should fortify the place again.
ἐκείνου μὲν οὖν ἀποστῆναι τοῦ χωρίου, ἕτερον δὲ τειχίσαι.
They therefore kept away from that place, and fortified another.
πρῶτοι μὲν οὖν Ἀστυπαλαιεῖς οἱ τὸ Ῥοίτειον κατασχόντες συνῴκισαν πρὸς τῷ Σιμόεντι Πόλιον, ὃ νῦν καλεῖται Πόλισμα, οὐκ ἐν εὐερκεῖ τόπῳ· διὸ κατεσπάσθη ταχέως.
First, then, the Astypalaeans who held Rhoeteum settled together near the Simois Polium, which is now called Polisma, not in a well-defended place; wherefore it was quickly destroyed.
ἐπὶ δὲ τῶν Λυδῶν ἡ νῦν ἐκτίσθη κατοικία καὶ τὸ ἱερόν· οὐ μὴν πόλις γε ἦν, ἀλλὰ πολλοῖς χρόνοις ὕστερον καὶ κατʼ ὀλίγον, ὡς εἴρηται, τὴν αὔξησιν ἔσχεν.
And in the time of the Lydians the present settlement and the temple were built; yet it was not indeed a city, but a long time afterwards and gradually, as has been said, it obtained its growth.
Ἑλλάνικος δὲ χαριζόμενος τοῖς Ἰλιεῦσιν, οἷος ἐκείνου θυμός, συνηγορεῖ τὸ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῇ τότε.
But Hellanicus, gratifying the Ilians, such being his character, supports the view that the present city is the same as the one of that time.
τὴν δὲ χώραν ἀφανισθείσης τῆς πόλεως οἱ τὸ Σίγειον καὶ τὸ Ῥοίτειον ἔχοντες διενείμαντο καὶ τῶν ἄλλων ὡς ἕκαστοι τῶν πλησιοχώρων, ἀπέδοσαν δʼ ἀνοικισθείσης.
But when the city was destroyed, those who held Sigeum and Rhoeteum, and each of the other neighboring peoples, divided the territory among themselves, but restored it when the city was rebuilt.
§13.1.43πολυπίδακον δὲ τὴν Ἴδην ἰδίως οἴονται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθʼ ἃ μάλιστα ἡ Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ καὶ μέχρι Σκήψεως καὶ τὰ περὶ Ἴλιον.
And they think that Ida is uniquely called "abounding in springs" because of the multitude of rivers flowing from it, especially where the Dardanian territory lies below it, extending as far as Scepsis and the region around Ilium.
ἔμπειρος δʼ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος ἀνὴρ ὁ Δημήτριος τοτὲ μὲν οὕτως λέγει περὶ αὐτῶν· ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος· ὑπέρκειται δʼ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψεως, ἐξ οὗ ὅ τε Σκάμανδρος ῥεῖ καὶ ὁ Γράνικος καὶ Αἴσηπος, οἱ μὲν πρὸς ἄρκτον καὶ τὴν Προποντίδα ἐκ πλειόνων πηγῶν συλλειβόμενοι, ὁ δὲ Σκάμανδρος ἐπὶ δύσιν ἐκ μιᾶς πηγῆς· πᾶσαι δʼ ἀλλήλαις πλησιάζουσιν ἐν εἴκοσι σταδίων περιεχόμεναι διαστήματι· πλεῖστον δʼ ἀφέστηκεν ἀπὸ τῆς ἀρχῆς τὸ τοῦ Αἰσήπου τέλος, σχεδόν τι καὶ πεντακοσίους σταδίους.
Being experienced in these places as a native would be, Demetrius at one time speaks of them thus: for there is a certain hill of Ida called Cotylus; and this lies about one hundred and twenty stadia above Scepsis, from which flow the Scamander, the Granicus, and the Aesepus; the latter two flowing towards the north and the Propontis, being gathered from several springs, while the Scamander flows towards the west from a single spring; and all these springs approach one another, being enclosed within a distance of twenty stadia; but the end of the Aesepus is farthest distant from its source, being nearly five hundred stadia.
παρέχει δὲ λόγον πῶς φησὶν ὁ ποιητής
"
κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει,
"
ὅ ἐστι θερμῷ· ἐπιφέρει δέ
"
ἀμφὶ δὲ καπνὸς
γίγνεται ἐξ αὐτῆς ὡσεὶ πυρός.
But it presents a difficulty as to how the poet says: "And they came to the two fair-flowing springs, where two springs of eddying Scamander gush forth; for the one flows with warm water," which means "warm"; and he adds: "and around it steam rises from it as if of fire.
ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ
ἢ χιόνι ψυχρῇ. "
οὔτε γὰρ θερμὰ νῦν ἐν τῷ τόπῳ εὑρίσκεται, οὔθʼ ἡ τοῦ Σκαμάνδρου πηγὴ ἐνταῦθα ἀλλʼ ἐν τῷ ὄρει, καὶ μία, ἀλλʼ οὐ δύο.
But the other in summer flows like hail, or cold snow." For neither are warm waters now found in the place, nor is the source of the Scamander there, but on the mountain, and it is single, and not two.
τὰ μὲν οὖν θερμὰ ἐκλελεῖφθαι εἰκός, τὸ δὲ ψυχρὸν κατὰ διάδυσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου κατὰ τοῦτʼ ἀνατέλλειν τὸ χωρίον, ἢ καὶ διὰ τὸ πλησίον εἶναι τοῦ Σκαμάνδρου καὶ τοῦτο τὸ ὕδωρ λέγεσθαι τοῦ Σκαμάνδρου πηγήν· οὕτω γὰρ λέγονται πλείους πηγαὶ τοῦ αὐτοῦ ποταμοῦ.
It is likely, then, that the warm waters have failed, and that the cold water, trickling from the Scamander through a subterranean passage, rises at this place, or else because this water is near the Scamander, it is also called a source of the Scamander; for in this way several sources of the same river are spoken of.