§3.55.1τῷ δʼ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφʼ ἑαυτοὺς προεγνωκότας.
And in the following year, taking up the army, he led them against the Sabines, who had known from long before his intention and the preparation against themselves.
οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλʼ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε.
But not enduring that the war should arrive into their own country, but rather preparing in opposition a sufficient force, they advanced to meet them.
γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δʼ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι.
And a battle having taken place for them near the borders of the country until night, neither side won, but both suffered very severely.
§3.55.2ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν Ῥωμαίων βασιλεύς, ἀλλʼ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπʼ οἴκου.
At any rate, in the following days, neither the general of the Sabines led his forces out of the camp, nor did the king of the Romans, but both, having broken camp and having done no damage to each other's land, departed for home.
γνώμη δʼ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου.
And the intention of both was similar: to lead out another larger force against each other's country at the beginning of spring.
§3.55.3ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες ἱκανὴν συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφʼ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα.
And when everything had been prepared by them, the Sabines went out first, having a sufficient alliance of the Tyrrhenians and encamped near Fidenae, near the confluence of both the Anio and the Tiber rivers, throwing up two camps, opposite and continuous to each other, having between them the common stream from both rivers, over which had been constructed a wooden-barricaded bridge supported by boats and rafts, which made the passages to each other rapid and made the camp one.
§3.55.4πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ.
And Tarquinius, having learned of their invasion, himself also led out the Roman army and established himself a little above their camp, along the Anio river, upon a certain strong hill.
ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτʼ ἐλάσσων αὐτοῖς συνέστη.
And though both had rushed to the war with all eagerness, no battle from formal array, either greater or smaller, took place for them.
ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος.
For Tarquinius anticipated them, by military cleverness shattering all the affairs of the Sabines and capturing both of their camps.
τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν·
And the stratagem of the man was as follows: