§3.31.1ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος.
While these things were taking place, Marcus Horatius, who had been sent ahead with the select men to demolish Alba, quickly completed his journey and, finding both the gates unbolted and the wall unguarded, easily became master of the city.
συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ §3.31.2το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν.
Having gathered the multitude into an assembly, he declared to them all that had been done during the battle and detailed the decree of the Roman senate.
ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας·
Although the people implored him and asked for time for an embassy, he made no delay, but demolished the houses and the walls and whatever other building was private or public, and sent the people to Rome with great care, they bringing and carrying their own possessions.
§3.31.3οὓς ὁ Τύλλος ἀφικόμενος ἀπὸ στρατοπέδου ταῖς Ῥωμαίων φυλαῖς καὶ φράτραις ἐπιδιεῖλεν οἰκήσεις τε συγκατεσκεύασεν ἐν οἷς αὐτοὶ προῃροῦντο τῆς πόλεως τόποις καὶ τῆς δημοσίας γῆς τὴν ἀρκοῦσαν τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις §3.31.4φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος.
Tullus, having arrived from the camp, distributed them among the Roman tribes and curiae, and helped them build dwellings in those parts of the city which they themselves preferred, and from the public land he allotted a sufficient share to those of them who were laborers, and with other acts of benevolence he won over the multitude.
ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει.
Thus indeed the city of the Albans, which was founded by Ascanius, the son of Aeneas (who was the son of Anchises and Creusa, the daughter of Priam), having endured after its foundation for four hundred and eighty-seven years, during which it had great increase in population, wealth, and all other prosperity, she who had colonized the thirty cities of the Latins and had led the nation during all that time, having been demolished by this final resettlement, remains desolate down to this day.
§3.31.5βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει.
And King Tullus, having let the following winter pass, at the beginning of spring again led an army against the Fidenaeans.
τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδʼ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν· παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δʼ ἔτι πλείους ἀποβαλόντες §3.31.6κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ.
To the Fidenaeans, on the one hand, no help whatsoever came from any of the allied cities, but certain mercenaries from many places streamed in, relying on whom they dared to march out of the city; and having drawn up their battle lines, and though they killed many in the battle, yet losing far more, they were shut up again within their city.
ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφʼ οἷς αὐτὸς ἐβούλετο.
And when Tullus, having surrounded their city with palisades and ditches, shut up those within in the utmost distress, they were forced to surrender themselves to the king on whatever terms he himself wished.
γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.
Having become master of the city in this manner, the king, having put to death the authors of the rebellion, but having released all the rest and allowed them to enjoy all their own property in the same manner, and having restored to them the constitution which they formerly had, disbanded the army; and arriving in Rome, he rendered to the gods the triumphal procession and sacrifice, celebrating that second triumph.