§3.11.7ἀλλʼ οὐδʼ ἑαυτῶν ἄρχειν.
Nay, not even to rule themselves.
καθόλου δʼ ἔγωγε τόθʼ ὑπολαμβάνω δεῖν τὰς ἑτέρων διασύρειν πολιτείας καὶ τὴν ἰδίαν ἐπαινεῖν, ὅταν τις ἔχῃ δεῖξαι τὴν μὲν ἑαυτοῦ πόλιν ἐκ τοῦ ταῦτα ἐπιτηδεύειν ἅ φησιν εὐδαίμονα καὶ μεγάλην οὖσαν, τὰς δὲ διαβαλλομένας διὰ τὸ μὴ ταῦτα προαιρεῖσθαι κακοδαιμονούσας.
In general, I think one ought then to disparage the constitutions of others and praise one's own, when one can show that one's own city is happy and great from practicing those very things which he mentions, while those which are disparaged are miserable because of not choosing these things.
τὰ δʼ ἡμέτερα πράγματα οὐχ οὕτως ἔχει, ἀλλʼ ἡ μὲν ὑμετέρα πόλις ἀπὸ μείζονος αὐχήματος ἀρχομένη καὶ πλειόνων ἀφορμῶν τυχοῦσα εἰς ἐλάττονα ὄγκον συνῆκται, ἡμεῖς δὲ μικρὰς τὰς πρώτας ἀρχὰς λαβόντες ἐν οὐ πολλῷ χρόνῳ μεγίστην τῶν πλησιοχώρων πόλεων τὴν Ῥώμην πεποιήκαμεν τούτοις τοῖς πολιτεύμασιν ὧν σὺ κατηγόρεις χρώμενοι.
But our affairs are not so; on the contrary, your city, though beginning with a greater boast and obtaining more resources, has shrunk to a smaller size, whereas we, having taken small beginnings, have in a short time made Rome the greatest of the neighboring cities by using these very constitutions of which you made accusation.
§3.11.8τὸ δὲ στασιάζον ἡμῶν, ἐπεὶ καὶ τοῦτο διʼ αἰτίας εἶχες, ὦ Φουφέττιε, οὐκ ἐπὶ διαφθορᾷ καὶ ἐλαττώσει τῶν κοινῶν, ἀλλʼ ἐπὶ σωτηρίᾳ καὶ αὐξήσει γίνεται.
And as for our factional strife, since you also held this as a ground for accusation, Fufetius, it does not lead to the destruction and diminution of the common interest, but rather to its preservation and increase.
φιλοτιμούμεθα γὰρ οἱ νεώτεροι πρὸς τοὺς πρεσβυτέρους καὶ οἱ ἔποικοι πρὸς τοὺς ἐπικαλεσαμένους, πότεροι πλείονα ποιήσομεν τὸ κοινὸν ἀγαθά.
For we the younger compete with the elders, and the immigrants with those who invited them, as to which of us shall do more good for the common weal.
§3.11.9ἵνα δὲ συντεμὼν εἴπω τοῖς μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, ἃ περὶ ἡμᾶς ἐστιν ἀμφότερα· καὶ ὅτι οὐ κενὸς ὁ κόμπος ἡ παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ.
To speak briefly, those who are going to rule others must possess these two things, strength in warring and wisdom in council, both of which are present in us; and that this boast is not empty, experience, which is stronger than any words, testifies to us.
τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον.
At any rate, it would not have been possible for a city of such size and power to arise in the third generation after its founding, if courage and wisdom had not abounded in it.
ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφʼ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ἢ ὑπʼ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δʼ οὐδέτερα.
And many cities, being of the Latin race and having their foundation from you, are sufficient to bear witness to its power; these, having looked down on your city, have come over to us and deem it right to be ruled by Romans rather than by Albans, on the ground that we are capable of both—doing good to our friends and harm to our enemies—whereas you are capable of neither.
§3.11.10πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, ὦ Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν· μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων.
I had still many other strong things to say, Fufetius, against the justifications which you offered; but seeing that further talk is in vain and that much speaking will be on an equal footing with little speaking before you who are hostile judges of what is just, I cease speaking.
ἕνα δὲ ὑπολαμβάνων κράτιστον εἶναι καὶ μόνον ἡμῶν τὰ νείκη δύνασθαι διακρῖναι τρόπον, ᾧ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς ἔχθη καταστάντες οἱ μὲν ὑπὲρ ἡγεμονίας, οἱ δὲ ὑπὲρ ἀμφισβητησίμου γῆς ἐχρήσαντο, τοῦτον εἰπὼν ἔτι παύσομαι· §3.11.11εἰ ποιησαίμεθα μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς ἑκάτεροι τὸν ἀγῶνα εἰς ὀλιγοστόν τι πλῆθος ἀνδρῶν συναγαγόντες τὴν τοῦ πολέμου τύχην· ἐξ ὁποτέρας δʼ ἂν πόλεως οἱ κρατήσαντες τῶν ἀντιπάλων γένωνται, ταύτῃ συγχωρήσαιμεν ἄρχειν τῆς ἑτέρας.
But conceiving that there is one best and only way capable of deciding our disputes, which many barbarians and Greeks who had fallen into enmity employed, some for hegemony and others for disputed land, I will mention this and then cease: if we should each make the contest with a certain part of our own army, bringing the fortune of war into a very small number of men; and from whichever city those who conquer their opponents should be, to this city let us concede to rule the other.
ὁπόσα γὰρ μὴ διαιρεῖται ὑπὸ λόγου, ταῦτα ὑπὸ τῶν ὅπλων κρίνεται.
For whatever things are not decided by reason, these are judged by arms.