§1.44.1Ἡρακλῆς δʼ ἐπεὶ τά τε κατὰ τὴν Ἰταλίαν ἅπαντα ὡς ἐβούλετο κατεστήσατο καὶ ὁ ναυτικὸς αὐτῷ στρατὸς σῶος ἐξ Ἰβηρίας ἀφίκετο, θύσας τοῖς θεοῖς τὰς δεκάτας τῶν λαφύρων καὶ πολίχνην ἐπώνυμον αὑτοῦ κτίσας, ἔνθα ὁ στόλος αὐτῷ ἐναυλόχει, ἣ καὶ νῦν ὑπὸ Ῥωμαίων οἰκουμένη Νέας Πόλεως καὶ Πομπηίας ἐν μέσῳ κεῖται λιμένας ἐν παντὶ καιρῷ βεβαίους ἔχουσα, δόξης τε καὶ ζήλου καὶ τιμῶν ἰσοθέων παρὰ πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἰταλίᾳ §1.44.2τυχὼν ἀπῆρεν εἰς Σικελίαν.
When Heracles had settled all affairs in Italy as he wished, and his naval force had arrived safe from Iberia to join him, having sacrificed to the gods a tenth part of the spoils and founded a small town named after himself where his fleet had been anchored, which is still inhabited by the Romans today and lies between Neapolis and Pompeii, having ports secure in all seasons, and having obtained renown, admiration, and godlike honors from all the inhabitants of Italy, he set sail for Sicily.
οἱ δὲ καταλειφθέντες ὑπʼ αὐτοῦ φρουροὶ καὶ οἰκήτορες Ἰταλίας οἱ περὶ τὸν Σατόρνιον ὄχθον ἱδρυμένοι τέως μὲν ἐπολιτεύοντο καθʼ ἑαυτοὺς, χρόνῳ δʼ ὕστερον οὐ μακρῷ δίαιτάν τε καὶ νόμους καὶ θεῶν ἱερὰ συνενεγκάμενοι τὰ σφέτερα τοῖς Ἀβοριγίνων ὥσπερ Ἀρκάδες καὶ ἔτι πρότερον Πελασγοὶ πόλεώς τε τῆς αὐτῆς τοῖς Ἀβοριγῖσι κοινωνήσαντες συνέβησαν ὁμοεθνεῖς νομίζεσθαι.
And those of his guards and settlers of Italy who were left behind by him and had settled around the Saturnian hill, for a time governed themselves by themselves, but not long afterwards, having combined their own way of life, laws, and sacred rites of the gods with those of the Aborigines—just as the Arcadians and, even before them, the Pelasgians had done—and having shared the same city with the Aborigines, they came to be regarded as of the same nation.
Ἡρακλέους μὲν δὴ στρατείας πέρι καὶ Πελοποννησίων ὑπομονῆς ἐν Ἰταλίᾳ, τοσαῦτα εἰρήσθω.
Concerning the expedition of Heracles and the remaining of the Peloponnesians in Italy, let this much be said.
§1.44.3δευτέρᾳ δʼ ὕστερον γενεᾷ μετὰ τὴν Ἡρακλέους ἄπαρσιν, ἔτει δὲ πέμπτῳ καὶ πεντηκοστῷ μάλιστα, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσι, βασιλεὺς μὲν Ἀβοριγίνων ἦν Λατῖνος ὁ Φαύνου, γόνος δὲ Ἡρακλέους, πέμπτον δὲ καὶ τριακοστὸν ἔτος ἔχων τὴν ἀρχήν.
In the second generation after the departure of Heracles, in about the fifty-fifth year, as the Romans themselves say, Latinus, the son of Faunus, but an offspring of Heracles, was king of the Aborigines, being in the thirty-fifth year of his reign.