§1.4.1ὅτι δʼ οὐκ ἄνευ λογισμοῦ καὶ προνοίας ἔμφρονος ἐπὶ τὰ παλαιὰ τῶν ἱστορουμένων περὶ αὐτῆς ἐτραπόμην, ἀλλʼ ἔχων εὐλογίστους ἀποδοῦναι τῆς προαιρέσεως αἰτίας, ὀλίγα βούλομαι προειπεῖν, ἵνα μή τινες ἐπιτιμήσωσί μοι τῶν πρὸς ἅπαντα φιλαιτίων, οὐδέν πω τῶν μελλόντων δηλοῦσθαι προακηκοότες, ὅτι τῆς ἀοιδίμου γενομένης καθʼ ἡμᾶς πόλεως ἀδόξους καὶ πάνυ ταπεινὰς τὰς πρώτας ἀφορμὰς λαβούσης καὶ οὐκ ἀξίας ἱστορικῆς ἀναγραφῆς, οὐ πολλαῖς δὲ γενεαῖς πρότερον εἰς ἐπιφάνειαν καὶ δόξαν ἀφιγμένης, ἐξ οὗ τάς τε Μακεδονικὰς καθεῖλε δυναστείας καὶ τοὺς Φοινικικοὺς κατώρθωσε πολέμους, ἐξόν μοι τῶν ἐνδόξων τινὰ λαβεῖν αὐτῆς ὑποθέσεων, ἐπὶ τὴν οὐδὲν ἔχουσαν ἐπιφανὲς ἀρχαιολογίαν ἀπέκλινα.
But that I did not turn to the ancient parts of the history concerning her without consideration and wise foresight, but because I am able to render well-reasoned causes for my choice, I wish to say a few words beforehand, lest any of those who are fond of finding fault with everything, having heard nothing yet of what is to be revealed, should censure me because, while the city which has become most famous in our time had obscure and very humble beginnings, unworthy of historical record, and arrived at prominence and glory not many generations ago, since the time she overthrew the Macedonian dynasties and successfully concluded the Phoenician wars, although it was open to me to take some of her glorious themes, I declined to her antiquities which have nothing illustrious.
§1.4.2ἔτι γὰρ ἀγνοεῖται παρὰ τοῖς Ἕλλησιν ὀλίγου δεῖν πᾶσιν ἡ παλαιὰ τῆς Ῥωμαίων πόλεως ἱστορία, καὶ δόξαι τινὲς οὐκ ἀληθεῖς, ἀλλʼ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων τὴν ἀρχὴν λαβοῦσαι τοὺς πολλοὺς ἐξηπατήκασιν, ὡς ἀνεστίους μέν τινας καὶ πλάνητας καὶ βαρβάρους καὶ οὐδὲ τούτους ἐλευθέρους οἰκιστὰς εὐχομένης, οὐ διʼ εὐσέβειαν δὲ καὶ δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἐπὶ τὴν ἁπάντων ἡγεμονίαν σὺν χρόνῳ παρελθούσης, ἀλλὰ διʼ αὐτοματισμόν τινα καὶ τύχην ἄδικον εἰκῆ δωρουμένην τὰ μέγιστα τῶν ἀγαθῶν τοῖς ἀνεπιτηδειοτάτοις· καὶ οἵ γε κακοηθέστεροι κατηγορεῖν εἰώθασι τῆς τύχης κατὰ τὸ φανερὸν ὡς βαρβάρων τοῖς πονηροτάτοις τὰ τῶν Ἑλλήνων ποριζομένης ἀγαθά.
For the ancient history of the city of the Romans is still unknown to almost all the Greeks, and certain false opinions, taking their origin from casual rumors, have deceived the many, as though she boasted of having some houseless, wandering, barbarian, and not even free-born founders, and had arrived in course of time at the hegemony of all, not through piety and justice and other virtue, but through some chance and unjust fortune which randomly bestows the greatest of blessings upon the most undeserving; and the more malevolent indeed are accustomed openly to accuse fortune of providing the blessings of the Greeks to the most wicked of barbarians.
§1.4.3καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅπου γε καὶ τῶν συγγραφέων τινὲς ἐτόλμησαν ἐν ταῖς ἱστορίαις ταῦτα γράψαντες καταλιπεῖν, βασιλεῦσι βαρβάροις μισοῦσι τὴν ἡγεμονίαν, οἷς δουλεύοντες αὐτοὶ καὶ τὰ καθʼ ἡδονὰς ὁμιλοῦντες διετέλεσεν, οὔτε δικαίας οὔτε ἀληθεῖς ἱστορίας χαριζόμενοι;
And what need is there to speak of the others, when even some of the historians have dared to write and leave these things in their histories, pandering to barbarian kings who hated her hegemony, whom they themselves continued serving and addressing to their pleasure, presenting histories that were neither just nor true?