§4.1ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ χωρίῳ.
For indeed there is in the Euxine Pontus also a place so called, and there is also there a certain Greek temple of Athena, whence it seems to me that this name also belongs to the place.
καὶ φρούριόν τι ἐστὶν ἠμελημένον.
And there is a certain neglected fort.
§4.2ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὖ τοῦ εὔρου· σῴζοιτο δʼ ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλʼ οὐ τοῦ γε ἀπαρκτίου οὐδὲ τοῦ θρᾳσκίου μὲν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου.
The harbor is such as to receive not many ships depending on the season, and to provide shelter for them from the south wind and again from the southeast; and the anchoring vessels might also be safe from the north wind, but not indeed from the north-by-east wind, nor from the one called Thrascias in the Pontus, but Sciron in Greece.
§4.3ἐς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλʼ ἐς νότον μεθειστήκει, καὶ διʼ ὀλίγου ἀπὸ τοῦ νότου ἐς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἦν.
But towards night, harsh thunders and lightnings prevailed, and the wind was no longer the same, but shifted to the south, and in a short time from the south to the southwest wind, and the harbor was no longer safe for the ships.
§4.4πρὶν οὖν παντάπασιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἐδύναντο, ταύτας αὐτοῦ ἐνεωλκήσαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμοῦσα ἀσφαλῶς ἐσάλευεν.
Therefore, before the sea became completely wild, as many ships as the place itself, Athenae, was able to receive, we hauled up on the shore there, except for the trireme; for this, anchoring under the shelter of a certain rock, rode safely.