§20.26.1περὶ δὲ τῆς τῶν ἀδελφῶν τελευτῆς Εὐμήλου τε καὶ Σατύρου παραδέδονται χρησμοί, μικρὸν μὲν ἠλιθιώτεροι, πιστευόμενοι δὲ παρὰ τοῖς ἐγχωρίοις.
Regarding the death of the brothers Eumelus and Satyrus, certain oracles have been handed down, which are somewhat foolish, but are believed among the inhabitants.
τῷ μὲν γὰρ Σατύρῳ λέγουσι χρῆσαι τὸν θεὸν φυλάξασθαι τὸν μῦν μήποτʼ αὐτὸν ἀνέλῃ.
For they say that to Satyrus the god gave an oracle to beware of the mouse, lest it should ever kill him.
διόπερ οὔτε δοῦλον οὔτʼ ἐλεύθερον τῶν τεταγμένων ὑφʼ ἑαυτὸν εἴα τοῦτʼ ἔχειν τοὔνομα· ἔπειτα δὲ τοὺς ἐν ταῖς οἰκίαις καὶ ταῖς ἀρούραις ἐφοβεῖτο μῦς καὶ τοῖς παισὶν ἀεὶ συνέταττε τούτους ἀποκτείνειν καὶ τὰς κοίτας ἐμπλάττειν.
Therefore he permitted neither slave nor free man among those stationed under him to have this name; and furthermore, he feared the mice in the houses and fields, and constantly commanded his servants to kill them and to plaster up their holes.
πάντα δʼ ἐνδεχομένως αὐτοῦ ποιοῦντος οἷς ᾤετο κατισχύσειν τὸ πεπρωμένον, κατέστρεψε τὸν βίον πληγεὶς τοῦ βραχίονος εἰς τὸν μῦν.
But although he did everything possible by which he thought he would overcome destiny, he ended his life having been struck in the muscle of his arm.
§20.26.2τῷ δʼ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια.
But to Eumelus there was an oracle to beware of a "carried house." For which reason, again, he would not enter a house heedlessly unless his servants had first thoroughly investigated the roof and the foundations.
τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν.
But when he died because of the canopy carried upon the four-horse carriage, everyone supposed that the oracle had been fulfilled.
καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω.
And let what we have said concerning the events in the Bosporus suffice.
§20.26.3κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον.
Meanwhile, in Italy, the Roman consuls, having invaded Italy with an army, defeated the Samnites in a battle near the place called Talium.
τῶν δʼ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους.
When the defeated took possession of the hill called Sacred, night having come on, the Romans withdrew to their own camp, but on the following day, a battle having taken place again, many of the Samnites were slain, and more than two thousand two hundred were taken prisoner.
§20.26.4τοιούτων δὲ προτερημάτων γενομένων τοῖς Ῥωμαίοις ἀδεῶς ἤδη τῶν ὑπαίθρων συνέβαινε κυριεύειν τοὺς ὑπάτους καὶ τὰς ἀπειθούσας τῶν πόλεων χειροῦσθαι.
After such successes had been achieved by the Romans, it happened that the consuls now without fear mastered the open country and subdued the disobedient of the cities.
Καταράκταν μὲν οὖν καὶ Κεραυνιλίαν ἐκπολιορκήσαντες φρουροὺς ἐπέθηκαν, τῶν δʼ ἄλλων τινὰς πείσαντες προσηγάγοντο.
Having therefore taken Cataracta and Ceraunilia by siege, they placed garrisons in them, and some of the other cities they won over by persuasion.