§19.82.1ἐπὶ μὲν οὖν τὸ λαιὸν κέρας ἔταξε, καθʼ ὃ τὸν κίνδυνον αὐτὸς ἤμελλε ποιεῖσθαι, πρώτους μὲν τοὺς περὶ αὐτὸν ἱππεῖς ἐπιλέκτους διακοσίους, ἐν οἷς ἦσαν οἵ τε ἄλλοι φίλοι πάντες καὶ Πίθων ὁ συνεστρατευμένος μὲν Ἀλεξάνδρῳ, συγκαθιστάμενος δὲ ὑπʼ Ἀντιγόνου στρατηγὸς καὶ τῶν ὅλων μέτοχος.
On the left wing, then, where he himself was about to face the danger, he placed first of all the two hundred select cavalry around his person, among whom were all his other friends and Pithon, who had campaigned with Alexander and had been appointed general by Antigonus, sharing in the supreme command.
§19.82.2πρόταγμα δὲ τρεῖς εἴλας ἱππέων ἔταξεν καὶ πλαγιοφυλάκους τὰς ἴσας καὶ χωρὶς ἔξω τοῦ κέρατος ἀπολελυμένας τρεῖς Ταραντίνων, ὥστʼ εἶναι τοὺς περὶ τὸ σῶμα τεταγμένους ἱππεῖς ξυστοφόρους μὲν πεντακοσίους, Ταραντίνους δὲ ἑκατόν.
As a vanguard he placed three squadrons of cavalry, and as flank guards an equal number, and separately outside the wing three detached squadrons of Tarentines, so that the cavalry drawn up around his person numbered five hundred lance-bearing cavalry and one hundred Tarentines.
§19.82.3ἑξῆς δʼ ἔταξε τῶν ἱππέων τοὺς καλουμένους μὲν ἑταίρους, ὄντας δὲ τὸν ἀριθμὸν ὀκτακοσίους, μετὰ δὲ τούτους παντοδαποὺς ἱππεῖς οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων.
Next to these he placed the cavalry called the "Companions," numbering eight hundred, and after them various cavalry of all kinds, not fewer than fifteen hundred.
πρὸ παντὸς δὲ τοῦ κέρατος ἔστησε τῶν ἐλεφάντων τριάκοντα καὶ τὰ διαστήματα αὐτῶν ἐπλήρωσε τοῖς ψιλικοῖς τάγμασιν, ὧν ἦσαν ἀκοντισταὶ μὲν καὶ τοξόται χίλιοι, σφενδονῆται δὲ Πέρσαι πεντακόσιοι.
In front of the entire wing he stationed thirty of the elephants, and filled the intervals between them with light-armed units, of whom one thousand were javelin-throwers and archers, and five hundred were Persian slingers.
§19.82.4τὸ μὲν οὖν εὐώνυμον κέρας οὕτω κατασκευάσας διενοεῖτο τούτῳ κρίνειν τὴν μάχην.
Having thus organized the left wing, he intended to decide the battle with this force.
ἐχομένην δʼ ἔστησε τὴν τῶν πεζῶν φάλαγγα, συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων χιλίων· τούτων δὲ ἦσαν Μακεδόνες μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι χίλιοι, μισθοφόροι δʼ ὀκτακισχίλιοι.
Next to it he stationed the phalanx of infantry, consisting of eleven thousand men; of these, two thousand were Macedonians, one thousand were Lycians and Pamphylians, and eight thousand were mercenaries.
ἐπὶ δὲ τὸ δεξιὸν κέρας ἔταξε τοὺς λοιποὺς ἱππεῖς χιλίους πεντακοσίους, ὧν Ἀνδρόνικος ἡγεῖτο.
On the right wing he placed the remaining fifteen hundred cavalry, commanded by Andronicus.
τούτῳ δʼ ἦν συντεταγμένον λοξὴν φυλάττειν τὴν στάσιν καὶ φυγομαχεῖν, καραδοκοῦντα τὴν διʼ αὐτοῦ γινομένην κρίσιν.
This commander had been ordered to maintain an oblique formation and avoid engagement, awaiting the decision to be brought about through him.
τοὺς δὲ λοιποὺς τῶν ἐλεφάντων τρεισκαίδεκα ἔστησε πρὸ τῆς τῶν πεζῶν φάλαγγος, μίξας εἰς τὰ διαστήματα τῶν ψιλῶν τοὺς ἱκανούς.
The remaining thirteen elephants he stationed in front of the infantry phalanx, mixing a sufficient number of light-armed troops into the intervals.
Δημήτριος μὲν οὖν διεκόσμησε τὴν ἰδίαν δύναμιν τὸν τρόπον τοῦτον.
Demetrius, then, drew up his own forces in this manner.