§4.55.1ἐν τοσούτῳ δὲ τὸν μὲν Ἰάσονα στερηθέντα τέκνων καὶ γυναικὸς δόξαι πᾶσι δίκαια πεπονθέναι· διὸ καὶ μὴ δυνάμενον ἐνεγκεῖν τὸ μέγεθος τῆς συμφορᾶς ἐκ τοῦ ζῆν ἑαυτὸν μεταστῆσαι.
In the meantime, it is said that Jason, having been deprived of his children and his wife, was deemed by all to have suffered what was just; and that therefore, being unable to bear the magnitude of his misfortune, he took his own life.
τοὺς δὲ Κορινθίους ἐκπεπλῆχθαι μὲν τὴν δεινότητα τῆς περιπετείας, μάλιστα δʼ ἀπορεῖν περὶ τῆς ταφῆς τῶν παίδων.
The Corinthians, on their part, were stunned by the terrible nature of the turn of events, and were especially at a loss concerning the burial of the children.
διόπερ ἀποστειλάντων αὐτῶν Πυθώδε τοὺς ἐπερωτήσοντας τὸν θεὸν ὅπως χρηστέον ἐστὶ τοῖς σώμασι τῶν παίδων, προστάξαι τὴν Πυθίαν ἐν τῷ τεμένει τῆς Ἥρας αὐτοὺς θάψαι καὶ τιμῶν ἡρωικῶν αὐτοὺς ἀξιοῦν.
Therefore, when they sent messengers to Pytho to inquire of the god how they should treat the bodies of the children, the Pythia commanded them to bury them in the sacred precinct of Hera and to deem them worthy of heroic honors.
§4.55.2ποιησάντων δὲ τῶν Κορινθίων τὸ προσταχθέν, φασὶ Θετταλὸν μὲν τὸν διαφυγόντα τὸν ἀπὸ τῆς μητρὸς φόνον ἐν Κορίνθῳ τραφέντα μετὰ ταῦτα ἐπανελθεῖν εἰς Ἰωλκόν, οὖσαν Ἰάσονος πατρίδα·
When the Corinthians had done what was commanded, they say that Thessalus, who had escaped the slaughter by his mother, after being reared in Corinth, returned later to Iolcus, which was the homeland of Jason.
ἐν ᾗ καταλαβόντα προσφάτως Ἄκαστον τὸν Πελίου τετελευτηκότα παραλαβεῖν κατὰ γένος προσήκουσαν τὴν βασιλείαν, καὶ τοὺς ὑφʼ ἑαυτὸν τεταγμένους ἀφʼ ἑαυτοῦ προσαγορεῦσαι Θετταλούς.
Having found there that Acastus, the son of Pelias, had recently died, he took over the kingship which belonged to him by right of kinship, and named the people subject to him Thessalians after himself.
§4.55.3οὐκ ἀγνοῶ δὲ διότι περὶ τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν, ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς.
But I am not unaware that concerning the name of the Thessalians not only this story but also other conflicting versions have been handed down, which we shall mention at a more appropriate time.
§4.55.4τὴν δʼ οὖν Μήδειαν ἐν Θήβαις φασὶ καταλαβοῦσαν Ἡρακλέα μανικῷ πάθει συνεχόμενον καὶ τοὺς υἱοὺς ἀπεκταγκότα, φαρμάκοις αὐτὸν ἰάσασθαι.
But at any rate, they say that Medea, having found Heracles in Thebes afflicted with a fit of madness and having slain his own sons, cured him with drugs.
τοῦ δʼ Εὐρυσθέως ἐπικειμένου τοῖς προστάγμασιν, ἀπογνοῦσαν τὴν κατὰ τὸ παρὸν ἐκ τούτου βοήθειαν καταφυγεῖν εἰς Ἀθήνας πρὸς Αἰγέα τὸν Πανδίονος.
But since Eurystheus was pressing his commands upon him, she despaired of any help from him for the present and fled to Athens to Aegeus, the son of Pandion.
§4.55.5ἐνταῦθα δʼ οἱ μέν φασιν αὐτὴν Αἰγεῖ συνοικήσασαν γεννῆσαι Μῆδον τὸν ὕστερον Μηδίας βασιλεύσαντα, τινὲς δʼ ἱστοροῦσιν ὑφʼ Ἱππότου τοῦ Κρέοντος ἐξαιτουμένην τυχεῖν κρίσεως καὶ τῶν ἐγκλημάτων ἀπολυθῆναι.
There some say that she, having lived with Aegeus, gave birth to Medus, who later ruled over Media; but others relate that when she was demanded by Hippotes, the son of Creon, she was brought to trial and acquitted of the charges.
§4.55.6μετὰ δὲ ταῦτα Θησέως ἐπανελθόντος ἐκ Τροιζῆνος εἰς τὰς Ἀθήνας, ἐγκληθεῖσαν ἐπὶ φαρμακείᾳ φυγεῖν ἐκ τῆς πόλεως· δόντος δʼ Αἰγέως τοὺς παραπέμψοντας εἰς ἣν βούλοιτο χώραν, εἰς τὴν Φοινίκην κομισθῆναι.
After this, when Theseus had returned from Troezen to Athens, it is said that she, having been accused of poisoning, fled from the city; and since Aegeus provided men to escort her to whatever country she wished, she was conveyed to Phoenicia.
§4.55.7ἐντεῦθεν δʼ εἰς τοὺς ἄνω τόπους τῆς Ἀσίας ἀναβᾶσαν συνοικῆσαί τινι τῶν ἐπιφανῶν βασιλέων, ἐξ οὗ γεννῆσαι παῖδα Μῆδον· καὶ τὸν παῖδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν διαδεξάμενον τὴν βασιλείαν θαυμασθῆναί τε κατὰ τὴν ἀνδρείαν καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Μήδους ὀνομάσαι.
From there she went up into the interior parts of Asia and lived with one of the illustrious kings, by whom she bore a son Medus; and they say that the son, having succeeded to the kingdom after his father's death, was admired for his courage and named the people Medes after himself.