§17.56.1ἀναλογιζόμενος δὲ τὸ πλῆθος τῆς τῶν Περσῶν δυνάμεως καὶ τὸ μέγεθος τῶν ἐπικειμένων κινδύνων, ἔτι δὲ τὴν περὶ τῶν ὅλων κρίσιν ἐν χερσὶν οὖσαν διηγρύπνησε τὴν νύκτα συνεχόμενος τῇ περὶ τοῦ μέλλοντος φροντίδι· ὑπὸ δὲ τὴν ἑωθινὴν φυλακὴν τραπεὶς εἰς ὕπνον οὕτως ἐκοιμήθη βαθέως ὥστε τῆς ἡμέρας ἐπιγενομένης μὴ δύνασθαι διεγερθῆναι.
Reflecting on the multitude of the Persian forces and the magnitude of the impending dangers, and furthermore, that the decision concerning the whole situation was at hand, he stayed awake through the night, gripped by anxiety about the future; but towards the morning watch, turning to sleep, he slept so deeply that when the day came, he was unable to be awakened.
§17.56.2τὸ μὲν οὖν πρῶτον οἱ φίλοι τὸ συμβὰν ἡδέως ἑώρων, νομίζοντες τὸν βασιλέα πρὸς τὸν ὑποκείμενον κίνδυνον εὐτονώτερον ἔσεσθαι τετευχότα πολλῆς ἀνέσεως· ὡς δʼ ὁ μὲν χρόνος προέβαινεν, ὁ δʼ ὕπνος συνεῖχε τὸν βασιλέα, Παρμενίων πρεσβύτατος ὢν τῶν φίλων ἀφʼ ἑαυτοῦ πρόσταγμα διέδωκε τοῖς πλήθεσιν ἑτοιμάζεσθαι τὰ πρὸς τὴν μάχην.
At first, therefore, his friends looked upon what had happened with pleasure, thinking that the king, having obtained much rest, would be more vigorous for the underlying danger; but as time went on and sleep still held the king, Parmenion, being the eldest of his friends, on his own initiative passed the order to the multitudes to prepare for battle.
§17.56.3οὐκ ἀνιεμένου δʼ αὐτοῦ προσελθόντες οἱ φίλοι μόγις διήγειραν τὸν Ἀλέξανδρον.
Since he did not wake up, his friends approached and with difficulty aroused Alexander.
θαυμαζόντων δʼ ἐπὶ τῷ συμβεβηκότι πάντων καὶ τὴν αἰτίαν ἀκοῦσαι βουλομένων ἔφησεν ὁ Ἀλέξανδρος Δαρεῖον εἰς ἕνα τόπον ἠθροικότα τὰς δυνάμεις ἀπολελυκέναι πάσης ἀγωνίας αὐτόν· §17.56.4μιᾷ γὰρ ἡμέρᾳ κριθέντα περὶ τῶν ὅλων παύσεσθαι τῶν πόνων καὶ πολυχρονίων κινδύνων.
When everyone wondered at what had happened and wished to hear the reason, Alexander said that Darius, by having gathered his forces into one place, had released him from all anxiety; for by having the issue decided concerning the whole matter in a single day, they would be done with their labors and long-lasting dangers.
οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς ἡγεμόνας τοῖς οἰκείοις λόγοις καὶ πρὸς τοὺς ἐπιφερομένους κινδύνους εὐθαρσεῖς καταστήσας προῆγε τὴν δύναμιν συντεταγμένην ἐπὶ τοὺς βαρβάρους, τῆς τῶν πεζῶν φάλαγγος τὰς τῶν ἱππέων εἴλας προτάξας.
Nevertheless, having encouraged the commanders with fitting words and made them courageous in the face of the oncoming dangers, he led his force forward, marshalled against the barbarians, having stationed the squadrons of cavalry in front of the phalanx of the infantry.