§17.111.1ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεις, ἐξ ὧν ὁ Λαμιακὸς πόλεμος κληθεὶς ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτης τινὸς αἰτίας.
At the same time as these things were being done, disturbances and movements for revolution arose in Greece, from which what was called the Lamian War took its beginning, from some such cause.
τοῦ βασιλέως προστάξαντος τοῖς σατράπαις ἅπασιν ἀπομίσθους ποιῆσαι τοὺς μισθοφόρους καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆς στρατείας ἀπολελυμένοι ξένοι διέτρεχον καθʼ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι.
When the king ordered all the satraps to dismiss their mercenaries, and they carried out this command, many mercenaries discharged from military service wandered throughout all Asia, procuring their necessary sustenance from plunder.
μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς.
After this, they crossed over from all sides to Taenarum in Laconia.
§17.111.2ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες ἔπλεον ἐπὶ Ταίναρον καὶ κοινὴν δύναμιν ἤθροιζον.
Likewise, those who survived of the Persian satraps and other commanders collected money and soldiers, sailed to Taenarum, and gathered a common force.
§17.111.3τὸ δὲ τελευταῖον Λεωσθένην τὸν Ἀθηναῖον, ἄνδρα ψυχῆς λαμπρότητι διάφορον καὶ μάλιστʼ ἀντικείμενον τοῖς Ἀλεξάνδρου πράγμασιν, εἵλοντο στρατηγὸν αὐτοκράτορα.
Finally, they chose Leosthenes the Athenian, a man distinguished for the brilliance of his soul and especially opposed to the affairs of Alexander, as general with full powers.
οὗτος δὲ τῇ βουλῇ διαλεχθεὶς ἐν ἀπορρήτοις πεντήκοντα μὲν ἔλαβε τάλαντα πρὸς τὴν μισθοδοσίαν, ὅπλων δὲ πλῆθος ἱκανὸν εἰς τὰς κατεπειγούσας χρείας, πρὸς δὲ Αἰτωλοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα περὶ συμμαχίας διεπρεσβεύσατο καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.
He, having conferred with the council in secret, received fifty talents for paying wages, and a sufficient quantity of arms for the urgent needs, and sent embassies for alliance to the Aetolians, who were hostilely disposed toward the king, and made all preparations for the war.
§17.111.4Λεωσθένης μὲν οὖν προορώμενος τὸ μέγεθος τοῦ πολέμου περὶ ταῦτα διέτριβεν.
Leosthenes, then, looking forward to the greatness of the war, was occupied with these matters.
ὁ δʼ Ἀλέξανδρος τῶν Κοσσαίων ἀπειθούντων ἐστράτευσεν ἐπʼ αὐτοὺς εὐζώνῳ τῇ δυνάμει.
But Alexander, since the Cossaeans were disobedient, marched against them with an active force.
τοῦτο δὲ τὸ ἔθνος ἀλκῇ διαφέρον κατοικεῖ μὲν τῆς Μηδείας τὴν ὀρεινήν, πεποιθὸς δὲ τῇ τῶν τόπων δυσχωρίᾳ καὶ ταῖς κατὰ πόλεμον ἀρεταῖς οὐδέποτε δεσπότην ἔπηλυν προσεδέδεκτο, ἀλλὰ καὶ κατὰ τὴν Περσῶν βασιλείαν διέμεινεν ἀνάλωτον καὶ τότε πεφρονηματισμένον οὐ κατεπλάγη τὴν τῶν Μακεδόνων ἀρετήν.
This nation, outstanding in valour, inhabits the mountainous country of Media, and trusting in the ruggedness of the terrain and their prowess in war, had never accepted a foreign master; indeed, even during the empire of the Persians they remained unconquered, and at this time, being high-spirited, they were not intimidated by the prowess of the Macedonians.
§17.111.5ὁ δὲ βασιλεὺς προκαταλαβόμενος τὰς παρόδους καὶ τῆς Κοσσαίας τὴν πλείστην πορθήσας καὶ κατὰ πάσας τὰς συμπλοκὰς προτερῶν πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, πολλαπλασίους δʼ ἐζώγρησεν.
But the king, having preoccupied the passes and plundered most of Cossaea, and prevailing in all the skirmishes, killed many of the barbarians and took many times more alive.
οἱ δὲ Κασσαῖοι πάντῃ νικώμενοι καὶ διὰ τὸ πλῆθος τῶν ἑαλωκότων χαλεπῶς φέροντες ἠναγκάσθησαν τῆς τῶν αἰχμαλώτων σωτηρίας τὴν δουλείαν ἀλλάξασθαι.
The Cassaeans, utterly defeated and bearing it hard because of the multitude of those captured, were forced to exchange their servitude for the safety of the captives.
§17.111.6διὸ καὶ τὰ καθʼ αὑτοὺς ἐπιτρέψαντες ἐτύγχανον εἰρήνης σὺν τῷ ποιεῖν τὸ προσταττόμενον τῷ βασιλεῖ.
Wherefore, having committed their affairs to him, they obtained peace on condition of doing what was commanded by the king.
ὁ δὲ Ἀλέξανδρος ἐν ἡμέραις ταῖς πάσαις τεσσαράκοντα καταπολεμήσας τὸ ἔθνος καὶ πόλεις ἀξιολόγους ἐν ταῖς δυσχωρίαις κτίσας ἀνελάμβανε τὴν δύναμιν.
Alexander, having subdued the nation in forty days in all, and founded remarkable cities in the rugged places, rested his army.