§16.93.1τοῦ δὲ θεάτρου πληρωθέντος αὐτὸς ὁ Φίλιππος ᾔει λευκὸν ἔχων ἱμάτιον καὶ προστεταχὼς τοὺς δορυφόρους μακρὰν ἀφεστῶτας ἀφʼ ἑαυτοῦ συνακολουθεῖν· ἐνεδείκνυτο γὰρ πᾶσιν ὅτι τηρούμενος τῇ κοινῇ τῶν Ἑλλήνων εὐνοίᾳ τῆς τῶν δορυφόρων φυλακῆς οὐκ ἔχει χρείαν.
When the theater was filled, Philip himself entered wearing a white cloak, having ordered his bodyguards to follow him keeping their distance far from him; for he was showing to everyone that, being protected by the common goodwill of the Greeks, he had no need of the protection of bodyguards.
§16.93.2τηλικαύτης δʼ οὔσης περὶ αὐτὸν ὑπεροχῆς καὶ πάντων ἐπαινούντων ἅμα καὶ μακαριζόντων τὸν ἄνδρα παράδοξος καὶ παντελῶς ἀνέλπιστος ἐφάνη κατὰ τοῦ βασιλέως ἐπιβουλὴ καὶ θάνατος.
While there was such great preeminence around him, and all were praising and at the same time blessing the man, an unexpected and entirely unlooked-for plot and death against the king appeared.
§16.93.3ἵνα δὲ σαφὴς ὁ περὶ τούτων γένηται λόγος, προεκθησόμεθα τὰς αἰτίας τῆς ἐπιβουλῆς.
In order that the account of these matters may be clear, we shall first set forth the causes of the plot.
Παυσανίας ἦν τὸ μὲν γένος Μακεδὼν ἐκ τῆς Ὀρεστίδος καλουμένης, τοῦ δὲ βασιλέως σωματοφύλαξ καὶ διὰ τὸ κάλλος φίλος γεγονὼς τοῦ Φιλίππου.
There was a certain Pausanias, a Macedonian by birth from the district called Orestis, a bodyguard of the king, who had become a favorite of Philip because of his beauty.
§16.93.4οὗτος ὁρῶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἕτερον Παυσανίαν ὁμώνυμον ἑαυτῷ ὀνειδιστικοῖς πρὸς αὐτὸν ἐχρήσατο λόγοις, φήσας ἀνδρόγυνον εἶναι καὶ τοὺς τῶν βουλομένων ἔρωτας ἑτοίμως προσδέχεσθαι.
This man, seeing another Pausanias of the same name as himself being loved by the king, used insulting words against him, saying that he was effeminate and readily accepted the advances of those who wished.
§16.93.5ὁ δὲ τὴν ἐκ τῆς λοιδορίας ὕβριν οὐκ ἐνέγκας τὸ μὲν παρὸν κατεσιώπησεν, Ἀττάλῳ δέ τινι τῶν φίλων ἐπικοινωσάμενος περὶ τῶν μελλόντων πράττεσθαι ἑκουσίως καὶ παραδόξως ἑαυτὸν ἐκ τοῦ ζῆν μετέστησεν.
But the other, unable to bear the insult from the abuse, kept silent for the moment, but after communicating to Attalus, one of his friends, about what he was about to do, he voluntarily and unexpectedly removed himself from life.
§16.93.6μετʼ ὀλίγας γὰρ ἡμέρας τοῦ Φιλίππου πρὸς Πλευρίαν τὸν τῶν Ἰλλυριῶν βασιλέα διαγωνιζομένου πρὸ τοῦ βασιλέως στὰς ἁπάσας τὰς φερομένας ἐπʼ αὐτὸν πληγὰς ἀνεδέξατο τῷ ἰδίῳ σώματι καὶ μετήλλαξεν.
For a few days later, while Philip was fighting against Pleurias, the king of the Illyrians, he stood in front of the king and received all the blows directed at him with his own body, and died.
§16.93.7διαβοηθείσης δὲ τῆς πράξεως ὁ μὲν Ἄτταλος, εἷς ὢν τῶν ἐξ αὐλῆς καὶ πολὺ δυναμένων παρὰ τῷ βασιλεῖ, ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Παυσανίαν καὶ πολὺν ἐμφορήσας ἄκρατον παρέδωκεν αὐτοῦ τὸ σῶμα τοῖς ὀρεωκόμοις εἰς ὕβριν καὶ παροινίαν ἑταιρικήν.
When this deed was widely reported, Attalus, who was one of those from the court and held great power with the king, invited the first Pausanias to dinner, and having plied him with much unmixed wine, handed over his body to the muleteers for insult and drunken abuse of his companions.
§16.93.8ὁ δὲ ἀνανήψας ἐκ τῆς μέθης καὶ τῇ τοῦ σώματος ὕβρει περιαλγὴς γενόμενος τοῦ Ἀττάλου κατηγόρησεν ἐπὶ τοῦ βασιλέως.
But when he sobered up from his drunkenness and was in deep pain because of the outrage to his body, he accused Attalus before the king.
ὁ δὲ Φίλιππος παρωξύνθη μὲν ἐπὶ τῇ παρανομίᾳ τῆς πράξεως, διὰ δὲ τὴν πρὸς Ἄτταλον οἰκειότητα καὶ τὴν εἰς τὸ παρὸν αὐτοῦ χρείαν οὐκ ἐβούλετο μισοπονηρεῖν·
Philip was incensed at the lawlessness of the deed, but because of his intimacy with Attalus and his present need of him, he did not wish to punish the crime.
§16.93.9ἦν γὰρ ὁ Ἄτταλος τῆς μὲν ἐπιγαμηθείσης γυναικὸς ὑπὸ τοῦ βασιλέως Κλεοπάτρας ἀδελφιδοῦς, ἐπὶ δὲ τῆς προαπεσταλμένης δυνάμεως εἰς τὴν Ἀσίαν στρατηγὸς προκεχειρισμένος, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδρεῖος.
For Attalus was the nephew of Cleopatra, the woman recently married by the king, and had been appointed general of the force sent in advance to Asia, and was brave in military contests.
διόπερ ὁ βασιλεὺς πραῧναι βουλόμενος τοῦ Παυσανίου τὴν ἐπὶ τῷ πάθει γεγενημένην δικαίαν ὀργὴν δωρεὰς ἀξιολόγους ἀπένειμεν αὐτῷ καὶ κατὰ τὴν σωματοφυλακίαν προῆγεν αὐτὸν ἐντίμως.
Therefore, the king, wishing to soothe the just anger of Pausanias that had arisen from his suffering, bestowed valuable gifts on him and promoted him honorably among the bodyguards.