§14.90.1τοῦ δὲ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Δημόστρατος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Τιτίνιος, §14.90.2Πόπλιος Λικίνιος, Πόπλιος Μελαῖος, Κόιντος Μάλλιος, Γναῖος Γενύκιος, Λεύκιος Ἀτίλιος.
When this year had passed, in Athens Demostratus entered upon the office of archon, and in Rome six military tribunes, Lucius Titinius, Publius Licinius, Publius Melius, Quintus Mallius, Gnaeus Genucius, and Lucius Atilius, administered the consular authority.
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Μάγων ὁ τῶν Καρχηδονίων στρατηγὸς διέτριβε μὲν ἐν Σικελίᾳ, τὰ δὲ πράγματα τῶν Καρχηδονίων ἀπὸ τῆς γεγενημένης συμφορᾶς ἀνελάμβανε·
When these had entered upon their office, Mago, the general of the Carthaginians, remained in Sicily and was recovering the affairs of the Carthaginians from the disaster that had occurred.
§14.90.3ταῖς τε γὰρ ὑποτεταγμέναις πόλεσι φιλανθρώπως προσεφέρετο καὶ τοὺς ὑπὸ Διονυσίου πολεμουμένους ὑπεδέχετο.
For he treated the subject cities with kindness and received those who were being warred upon by Dionysius.
ἐποιήσατο δὲ καὶ πρὸς τοὺς πλείστους τῶν Σικελῶν συμμαχίας, καὶ δυνάμεις ἀθροίσας ἐστράτευσεν εἰς τὴν Μεσσηνίαν.
He also formed alliances with most of the Sicels, and having gathered his forces, he marched into the territory of Messene.
λεηλατήσας δὲ τὴν χώραν καὶ πολλῆς ὠφελείας ἐγκρατὴς γενόμενος ἀνέζευξε καὶ πρὸς Ἀβακαίνῃ πόλει συμμαχίδι κατεστρατοπέδευσεν.
After plundering the countryside and getting possession of much booty, he withdrew and encamped near the allied city of Abacaenum.
§14.90.4Διονυσίου δὲ ἐπελθόντος μετὰ τῆς δυνάμεως παρετάχθησαν, καὶ γενομένης καρτερᾶς μάχης ἐνίκησαν οἱ περὶ Διονύσιον.
But when Dionysius arrived with his army, they drew up their lines, and after a fierce battle was fought, the forces of Dionysius were victorious.
καὶ οἱ μὲν Καρχηδόνιοι πλείους ὀκτακοσίων ἀποβαλόντες ἔφυγον εἰς τὴν πόλιν, Διονύσιος δὲ τότε μὲν εἰς Συρακούσας ἀνέζευξε, μετὰ δέ τινας ἡμέρας ἑκατὸν τριήρεις πληρώσας ἐστράτευσεν ἐπὶ Ῥηγίνους.
The Carthaginians, having lost more than eight hundred men, fled into the city; and Dionysius at that time withdrew to Syracuse, but after a few days, having manned a hundred triremes, he marched against the Rhegians.
§14.90.5ἀπροσδοκήτως δὲ νυκτὸς ἐπιφανεὶς τῇ πόλει τὰς πύλας ἐνέπρησε καὶ τοῖς τείχεσι προσήρεισε κλίμακας.
Appearing unexpectedly by night before the city, he set fire to the gates and applied ladders to the walls.
οἱ δὲ Ῥηγῖνοι τὸ μὲν πρῶτον ὀλίγοι προσβοηθήσαντες ἐπεχείρουν σβεννύναι τὴν φλόγα, μετὰ δὲ ταῦτα Ἑλώριδος τοῦ στρατηγοῦ παραγενομένου καὶ συμβουλεύσαντος τἀναντία πράττειν ἔσωσαν τὴν πόλιν.
The Rhegians at first, running to help in small numbers, attempted to extinguish the flame, but afterwards, when their general Heloris arrived and advised them to do the opposite, they saved the city.
§14.90.6σβεννύντες μὲν γὰρ τὸ πῦρ οὐκ ἂν ἴσχυσαν Διονύσιον κωλῦσαι εἰσελθεῖν, ὀλίγοι παντελῶς ὄντες, ἐκ δὲ τῶν ἐγγὺς οἰκιῶν ἐνέγκαντες φρύγανα καὶ ξύλα τὴν φλόγα κατεσκεύαζον μείζονα, μέχρι ὅτου τὸ πλῆθος ἐν τοῖς ὅπλοις ἀθροισθὲν παρεβοήθησεν.
For if they had tried to extinguish the fire, being entirely few, they would not have been strong enough to prevent Dionysius from entering, but by bringing brushwood and timber from the nearby houses, they made the flame greater, until the multitude gathered in arms and came to their assistance.
§14.90.7Διονύσιος δὲ τῆς ἐπιβολῆς ἀποτυχὼν ἐπῆλθε τὴν χώραν ἐμπυρίζων καὶ δενδροτομῶν, καὶ μετὰ ταῦτʼ ἐνιαυσίους ἀνοχὰς ποιησάμενος ἐξέπλευσεν ἐπὶ Συρακουσῶν.
Dionysius, having failed in his attempt, overran the countryside, burning it and cutting down the trees, and after this, having made a one-year truce, he sailed away for Syracuse.