§12.51.1τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι.
While Sitalces was occupied with these matters, the Thessalians, Achaeans, Magnetes, and all the other Greeks who dwelt between Macedonia and Thermopylae, united in purpose and jointly organized a notable force; for they were afraid lest the Thracians, with so many tens of thousands, should invade their territory and bring danger to their homelands.
§12.51.2τὸ δʼ αὐτὸ καὶ τῶν Χαλκιδέων ποιησάντων, Σιτάλκης πυθόμενος τοὺς Ἕλληνας ἁδρὰς δυνάμεις συνηθροικέναι καὶ τοὺς στρατιώτας ὑπὸ τοῦ χειμῶνος ἐνοχλουμένους ἐννοούμενος, πρὸς μὲν τὸν Περδίκκαν διαλυσάμενος ἐπιγαμίας ἐποιήσατο, τὰς δὲ δυνάμεις ἀπήγαγεν εἰς τὴν Θρᾴκην.
And when the Chalcidians had done the same thing, Sitalces, learning that the Greeks had assembled strong forces and considering that his soldiers were being distressed by the winter, made peace with Perdiccas, establishing marriage alliances, and led his forces back to Thrace.