§12.37.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησεν Τίτον Κοΐντιον καὶ Νίττον Μενήνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἑβδόμην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σώφρων Ἀμπρακιώτης.
When Pythodorus was archon in Athens, the Romans established Titus Quinctius and Nittus Menenius as consuls, and the Eleans celebrated the eighty-seventh Olympiad, in which Sophron of Ambracia won the stadion.
ἐπὶ δὲ τούτων ἐν τῇ Ῥώμῃ Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη.
During their term of office, in Rome, Spurius Maelius, having aimed at a tyranny, was put to death.
Ἀθηναῖοι δὲ περὶ Ποτίδαιαν νενικηκότες ἐπιφανεῖ μάχῃ, Καλλίου τοῦ στρατηγοῦ πεσόντος ἐν τῇ παρατάξει, στρατηγὸν ἕτερον ἐξέπεμψαν Φορμίωνα.
The Athenians, having won a notable battle around Potidaea, after their general Callias had fallen in the battle line, sent out another general, Phormio.
οὗτος δὲ παραλαβὼν τὸ στρατόπεδον καὶ προσκαθήμενος τῇ πόλει τῶν Ποτιδαιατῶν συνεχεῖς προσβολὰς ἐποιεῖτο· ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως ἐγένετο πολυχρόνιος πολιορκία.
Having taken over the army and sitting down before the city of the Potidaeans, he made continuous assaults; but since those within defended themselves vigorously, the siege became long-lasting.
§12.37.2Θουκυδίδης δὲ ὁ Ἀθηναῖος τὴν ἱστορίαν ἐντεῦθεν ἀρξάμενος ἔγραψε τὸν γενόμενον πόλεμον Ἀθηναίοις πρὸς Λακεδαιμονίους τὸν ὀνομασθέντα Πελοποννησιακόν.
And Thucydides the Athenian, having begun his history from this point, wrote of the war that arose between the Athenians and the Lacedaemonians, which was named the Peloponnesian War.
οὗτος μὲν οὖν ὁ πόλεμος διέμεινεν ἐπὶ ἔτη εἴκοσι ἑπτά, ὁ δὲ Θουκυδίδης ἔτη δύο πρὸς τοῖς εἴκοσι γέγραφεν ἐν βίβλοις ὀκτώ, ὡς δέ τινες διαιροῦσιν, ἐννέα.
Now this war lasted for twenty-seven years, but Thucydides wrote of twenty-two years in eight books, or, as some divide them, nine.