§11.60.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοτίωνος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Ποπλικόλαν καὶ Γάιον Ναύτιον Ῥοῦφον.
When Demotion was archon in Athens, the Romans appointed Publius Valerius Publicola and Gaius Nautius Rufus as consuls.
ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου καὶ δύναμιν ἀξιόλογον παραδόντες, ἐξέπεμψαν ἐπὶ τὴν παράλιον τῆς Ἀσίας βοηθήσοντα μὲν ταῖς συμμαχούσαις πόλεσιν, ἐλευθερώσοντα δὲ τὰς Περσικαῖς ἔτι φρουραῖς κατεχομένας.
Under these magistrates, the Athenians, having chosen Cimon the son of Miltiades as general and having entrusted him with a noteworthy force, sent him out to the coast of Asia to aid the allied cities and to free those still held by Persian garrisons.
§11.60.2οὗτος δὲ παραλαβὼν τὸν στόλον ἐν Βυζαντίῳ, καὶ καταπλεύσας ἐπὶ πόλιν τὴν ὀνομαζομένην Ἠιόνα, ταύτην μὲν Περσῶν κατεχόντων ἐχειρώσατο, Σκῦρον δὲ Πελασγῶν ἐνοικούντων καὶ Δολόπων ἐξεπολιόρκησε, καὶ κτίστην Ἀθηναῖον καταστήσας κατεκληρούχησε τὴν χώραν.
He took over the fleet at Byzantium, and having sailed down to the city called Eion, he subdued it while the Persians held it; and he besieged and took Scyros, which was inhabited by Pelasgians and Dolopes, and having appointed an Athenian founder, he distributed the land in allotments.
§11.60.3μετὰ δὲ ταῦτα μειζόνων πράξεων ἄρξασθαι διανοούμενος, κατέπλευσεν εἰς τὸν Πειραιᾶ, καὶ προσλαβόμενος πλείους τριήρεις καὶ τὴν ἄλλην χορηγίαν ἀξιόλογον παρασκευασάμενος, τότε μὲν ἐξέπλευσεν ἔχων τριήρεις διακοσίας, ὕστερον δὲ μεταπεμψάμενος παρὰ τῶν Ἰώνων καὶ τῶν ἄλλων ἁπάντων τὰς ἁπάσας εἶχε τριακοσίας.
After this, intending to undertake greater deeds, he sailed down to the Peiraeus, and having taken on more triremes and prepared other noteworthy equipment, he then set sail with two hundred triremes, but later, having summoned ships from the Ionians and all the others, he had three hundred in all.
§11.60.4πλεύσας οὖν μετὰ παντὸς τοῦ στόλου πρὸς τὴν Καρίαν, τῶν παραθαλαττίων πόλεων ὅσαι μὲν ἦσαν ἐκ τῆς Ἑλλάδος ἀπῳκισμέναι, ταύτας παραχρῆμα συνέπεισεν ἀποστῆναι τῶν Περσῶν, ὅσαι δʼ ὑπῆρχον δίγλωττοι καὶ φρουρὰς ἔχουσαι Περσικάς, βίαν προσάγων ἐπολιόρκει.
Having sailed therefore with the whole fleet toward Caria, of the coastal cities, as many as had been colonized from Greece, he immediately persuaded them to revolt from the Persians, but as many as were bilingual and had Persian garrisons, he besieged by applying force.
προσαγαγόμενος δὲ τὰς κατὰ τὴν Καρίαν πόλεις, ὁμοίως καὶ τὰς ἐν τῇ Λυκίᾳ πείσας προσελάβετο.
And having brought over the cities in Caria, he likewise won over those in Lycia by persuasion.
§11.60.5παρὰ δὲ τῶν ἀεὶ προστιθεμένων συμμάχων προσλαβόμενος ναῦς ἐπὶ πλέον ηὔξησε τὸν στόλον.
By receiving additional ships from the allies who were continually adding themselves to him, he further increased his fleet.
οἱ δὲ Πέρσαι τὸ μὲν πεζὸν στράτευμα διʼ ἑαυτῶν κατεσκεύασαν, τὸ δὲ ναυτικὸν ἤθροισαν ἔκ τε Φοινίκης καὶ Κύπρου καὶ Κιλικίας· ἐστρατήγει δὲ τῶν Περσικῶν δυνάμεων Τιθραύστης, υἱὸς ὢν Ξέρξου νόθος.
The Persians, on their part, made ready their land army by themselves, but assembled their navy from Phoenicia, Cyprus, and Cilicia; and the commander of the Persian forces was Tithraustes, who was a bastard son of Xerxes.
§11.60.6Κίμων δὲ πυνθανόμενος τὸν στόλον τῶν Περσῶν διατρίβειν περὶ τὴν Κύπρον, καὶ πλεύσας ἐπὶ τοὺς βαρβάρους, ἐναυμάχησε διακοσίαις καὶ πεντήκοντα ναυσὶ πρὸς τριακοσίας καὶ τετταράκοντα.
Cimon, learning that the fleet of the Persians was lingering around Cyprus, sailed against the barbarians and fought a naval battle with two hundred and fifty ships against three hundred and forty.
γενομένου δʼ ἀγῶνος ἰσχυροῦ καὶ τῶν στόλων ἀμφοτέρων λαμπρῶς ἀγωνιζομένων, τὸ τελευταῖον ἐνίκων οἱ Ἀθηναῖοι, καὶ πολλὰς μὲν τῶν ἐναντίων ναῦς διέφθειραν, πλείους δὲ τῶν ἑκατὸν σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλον.
Although a fierce struggle took place and both fleets fought brilliantly, in the end the Athenians were victorious, and they destroyed many of the opponents' ships and captured more than a hundred together with their crews.
§11.60.7τῶν δὲ λοιπῶν νεῶν καταφυγουσῶν εἰς τὴν Κύπρον,οἱ μὲν ἐν αὐταῖς ἄνδρες εἰς τὴν γῆν ἀπεχώρησαν, αἱ δὲ νῆες κεναὶ τῶν βοηθούντων οὖσαι τοῖς πολεμίοις ἐγενήθησαν ὑποχείριοι.
When the remaining ships fled to Cyprus, the men in them retreated to the land, and the ships, being empty of defenders, fell into the hands of the enemy.