§75ΤΙ. διὸ δὴ τό τε τῶν μηρῶν καὶ κνημῶν καὶ τὸ περὶ τὴν τῶν ἰσχίων φύσιν τά τε περὶ τὰ τῶν βραχιόνων ὀστᾶ καὶ τὰ τῶν πήχεων, καὶ ὅσα ἄλλα ἡμῶν ἄναρθρα, ὅσα τε ἐντὸς ὀστᾶ διʼ ὀλιγότητα ψυχῆς ἐν μυελῷ κενά ἐστιν φρονήσεως, ταῦτα πάντα συμπεπλήρωται σαρξίν·
TI. Therefore, the bones of thighs and shins, and those about the nature of hips, and those about the bones of upper arms and forearms, and whatever other parts of us are without joints, and all the bones within that are empty of wisdom due to the smallness of soul in the marrow—all these are filled with flesh.
ὅσα δὲ ἔμφρονα, ἧττον—εἰ μή πού τινα αὐτὴν καθʼ αὑτὴν αἰσθήσεων ἕνεκα σάρκα οὕτω συνέστησεν, οἷον τὸ τῆς γλώττης εἶδος— τὰ δὲ πλεῖστα ἐκείνως·
But those which have wisdom are covered with less—unless perhaps he fashioned some flesh in and of itself for the sake of sensations, such as the form of the tongue—but the majority are in the former state.
ἡ γὰρ ἐξ ἀνάγκης γιγνομένη καὶ συντρεφομένη φύσις οὐδαμῇ προσδέχεται πυκνὸν ὀστοῦν καὶ σάρκα πολλὴν ἅμα τε αὐτοῖς ὀξυήκοον αἴσθησιν.
For the nature which is generated of necessity and nourished together with it by no means admits thick bone and much flesh along with keen sensation.
μάλιστα γὰρ ἂν αὐτὰ πάντων ἔσχεν ἡ περὶ τὴν κεφαλὴν σύστασις, εἴπερ ἅμα συμπίπτειν ἠθελησάτην, καὶ τὸ τῶν ἀνθρώπων γένος σαρκώδη ἔχον ἐφʼ ἑαυτῷ καὶ νευρώδη κρατεράν τε κεφαλὴν βίον ἂν διπλοῦν καὶ πολλαπλοῦν καὶ ὑγιεινότερον καὶ ἀλυπότερον τοῦ νῦν κατεκτήσατο.
For the constitution about the head would have had these most of all, if they had wished to coincide together, and the human race, having a fleshy, sinewy, and strong head upon itself, would have acquired a life double and manifold, healthier, and freer from pain than now.
νῦν δὲ τοῖς περὶ τὴν ἡμετέραν γένεσιν δημιουργοῖς, ἀναλογιζομένοις πότερον πολυχρονιώτερον χεῖρον ἢ βραχυχρονιώτερον βέλτιον ἀπεργάσαιντο γένος, συνέδοξεν τοῦ πλείονος βίου, φαυλοτέρου δέ, τὸν ἐλάττονα ἀμείνονα ὄντα παντὶ πάντως αἱρετέον·
But as it is, the creators involved in our generation, considering whether they should make a longer-lived but worse race, or a shorter-lived but better one, agreed that the shorter life, being better, was by all means to be chosen over the longer but worse.
ὅθεν δὴ μανῷ μὲν ὀστῷ, σαρξὶν δὲ καὶ νεύροις κεφαλήν, ἅτε οὐδὲ καμπὰς ἔχουσαν, οὐ συνεστέγασαν.
For this reason, then, they did not cover the head with flesh and sinews, since it does not even have joints, but protected it with thin bone.
κατὰ πάντα οὖν ταῦτα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸς ἀνδρὸς προσετέθη κεφαλὴ σώματι.
Therefore, for all these reasons, a head was added to the body that is more sensitive and wiser, but far weaker than that of any man.
τὰ δὲ νεῦρα διὰ ταῦτα καὶ οὕτως ὁ θεὸς ἐπʼ ἐσχάτην τὴν κεφαλὴν περιστήσας κύκλῳ περὶ τὸν τράχηλον ἐκόλλησεν ὁμοιότητι, καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου· τὰ δʼ ἄλλα εἰς ἅπαντα τὰ μέλη διέσπειρε, συνάπτων ἄρθρον ἄρθρῳ.
For these reasons and in this way, God, winding the sinews around the very edge of the head, glued them in a circle around the neck with uniformity, and bound the tips of the jaws to them under the structure of the face; and the rest he dispersed into all the limbs, joining joint to joint.
τὴν δὲ δὴ τοῦ στόματος ἡμῶν δύναμιν ὀδοῦσιν καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τῶν ἀναγκαίων καὶ τῶν ἀρίστων διεκόσμησαν οἱ διακοσμοῦντες ᾗ νῦν διατέτακται, τὴν μὲν εἴσοδον τῶν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δʼ ἔξοδον τῶν ἀρίστων·
And the power of our mouth, for the sake of things necessary and things best, the ordainers ordered with teeth, tongue, and lips, in the way it is now arranged, devising the entrance for the sake of necessary things, but the exit for the sake of the best things.
ἀναγκαῖον μὲν γὰρ πᾶν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῷ σώματι, τὸ δὲ λόγων νᾶμα ἔξω ῥέον καὶ ὑπηρετοῦν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων.
For everything that enters, giving nourishment to the body, is necessary, but the stream of words flowing out and serving wisdom is the most beautiful and best of all streams.
§76ΤΙ. τὴν δʼ αὖ κεφαλὴν οὔτε μόνον ὀστεΐνην ψιλὴν δυνατὸν ἐᾶν ἦν διὰ τὴν ἐν ταῖς ὥραις ἐφʼ ἑκάτερον ὑπερβολήν, οὔτʼ αὖ συσκιασθεῖσαν κωφὴν καὶ ἀναίσθητον διὰ τὸν τῶν σαρκῶν ὄχλον περιιδεῖν γιγνομένην·
TI. On the other hand, it was neither possible to leave the head as bare bone alone because of the excesses of the seasons in both directions, nor again to allow it to be covered and become dull and insensitive due to the crowd of flesh.
τῆς δὴ σαρκοειδοῦς φύσεως οὐ καταξηραινομένης λέμμα μεῖζον περιγιγνόμενον ἐχωρίζετο, δέρμα τὸ νῦν λεγόμενον.
Therefore, as the flesh-like nature was not dried up completely, a larger remaining rind separated, which is now called skin.
τοῦτο δὲ διὰ τὴν περὶ τὸν ἐγκέφαλον νοτίδα συνιὸν αὐτὸ πρὸς αὑτὸ καὶ βλαστάνον κύκλῳ περιημφιέννυεν τὴν κεφαλήν·
This, because of the moisture about the brain, shrinking toward itself and sprouting, wrapped the head in a circle.
ἡ δὲ νοτὶς ὑπὸ τὰς ῥαφὰς ἀνιοῦσα ἦρδε καὶ συνέκλεισεν αὐτὸ ἐπὶ τὴν κορυφήν, οἷον ἅμμα συναγαγοῦσα, τὸ δὲ τῶν ῥαφῶν παντοδαπὸν εἶδος γέγονε διὰ τὴν τῶν περιόδων δύναμιν καὶ τῆς τροφῆς, μᾶλλον μὲν ἀλλήλοις μαχομένων τούτων πλείους, ἧττον δὲ ἐλάττους.
And the moisture, rising up under the sutures, watered and closed it together at the crown, bringing it together like a knot. And the manifold shape of the sutures arose because of the power of the revolutions and of the nourishment, being more when these fight more with one another, and fewer when they fight less.
τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντος δὲ καὶ τῆς ἰκμάδος ἔξω διʼ αὐτοῦ φερομένης τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄειν, τὸ δὲ μεικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆς φορᾶς ἔξω μακρὸν ἐτείνετο, λεπτότητα ἴσην ἔχον τῷ κατακεντήματι, διὰ δὲ βραδυτῆτα ἀπωθούμενον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν πνεύματος πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα εἱλλόμενον κατερριζοῦτο·
This entire skin the divine power pricked around with fire, and when it was pierced and the moisture was carried out through it, the pure part of the wet and hot went away, but the mixed part, out of which the skin also was made, being lifted by the motion, stretched out long, having a thinness equal to the puncture, but because of its slowness, being pushed back by the surrounding air from without, it was coiled back inside under the skin and took root.
καὶ κατὰ ταῦτα δὴ τὰ πάθη τὸ τριχῶν γένος ἐν τῷ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντῶδες ὂν αὐτοῦ, σκληρότερον δὲ καὶ πυκνότερον τῇ πιλήσει τῆς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθεῖσα συνεπιλήθη.
And through these conditions, the race of hair grew in the skin, being kindred and strap-like to it, but harder and denser by the compression of cooling, which each hair, separating from the skin, was cooled and compressed with.
τούτῳ δὴ λασίαν ἡμῶν ἀπηργάσατο τὴν κεφαλὴν ὁ ποιῶν, χρώμενος μὲν αἰτίοις τοῖς εἰρημένοις, διανοούμενος δὲ ἀντὶ σαρκὸς αὐτὸ δεῖν εἶναι στέγασμα τῆς περὶ τὸν ἐγκέφαλον ἕνεκα ἀσφαλείας κοῦφον καὶ θέρους χειμῶνός τε ἱκανὸν σκιὰν καὶ σκέπην παρέχειν, εὐαισθησίας δὲ οὐδὲν διακώλυμα ἐμποδὼν γενησόμενον.
By this, indeed, the creator made our head hairy, using the mentioned causes, but intending that instead of flesh it should be a light covering for the safety of the brain, sufficient to provide shade and shelter in summer and winter, and destined to be no hindrance in the way of sensitivity.
τὸ δʼ ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τε, συμμειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον.
On the other hand, that which was in the entanglement of the sinew, skin, and bone about the fingers, being mixed of the three, became when dried one hard skin common to all, fashioned indeed by these helping causes, but worked by the most sovereign intention for the sake of things that would be hereafter.
ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμᾶς, καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσιν.
For that women and other beasts would one day be generated from men, those who constructed us knew; and indeed they knew that many of these animals would have need of nails for many purposes; whence in humans, immediately at their birth, they sketched out the generation of nails.
τούτῳ δὴ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπʼ ἄκροις τοῖς κώλοις ἔφυσαν.
For this reason indeed and for these purposes, they grew skin, hair, and nails at the extremities of the limbs.