§9.20.1Μαρδόνιος δέ, ὡς οὐ κατέβαινον οἱ Ἕλληνες ἐς τὸ πεδίον, πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον, τῆς ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι, τὸν Ἕλληνες Μακίστιον καλέουσι, ἵππον ἔχων Νησαῖον χρυσοχάλινον καὶ ἄλλως κεκοσμημένον καλῶς.
And Mardonius, seeing that the Greeks did not come down into the plain, sent against them all his cavalry, which was commanded by Masistius, a man of high repute among the Persians, whom the Greeks call Macistius; he rode a Nesaean horse with a golden bridle, and otherwise beautifully adorned.
ἐνθαῦτα ὡς προσήλασαν οἱ ἱππόται πρὸς τοὺς Ἕλληνας, προσέβαλλον κατὰ τέλεα, προσβάλλοντες δὲ κακὰ μεγάλα ἐργάζοντο καὶ γυναῖκας σφέας ἀπεκάλεον.
Thereupon, when the horsemen had ridden up to the Greeks, they made charges by squadrons, and in charging they did them great harm and called them women.