§9.14.1Μαρδόνιος μὲν δὴ ὑπεξεχώρεε, ἤδη δὲ ἐν τῇ ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη πρόδρομον ἄλλην στρατιὴν ἥκειν ἐς Μέγαρα, Λακεδαιμονίων χιλίους·
Thus Mardonius was withdrawing, and while he was already on his way, news came to him that another army, a vanguard of a thousand Lacedaemonians, had arrived at Megara.
πυθόμενος δὲ ταῦτα ἐβουλεύετο θέλων εἴ κως τούτους πρῶτον ἕλοι.
Learning this, he took counsel, wishing if by any means he might first capture them.
ὑποστρέψας δὲ τὴν στρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα·
Turning his army back, he led it toward Megara.
ἡ δὲ ἵππος προελθοῦσα κατιππάσατο χώρην τὴν Μεγαρίδα.
And the cavalry, having gone ahead, overran the Megarian territory.
ἐς ταύτην δὴ ἑκαστάτω τῆς Εὐρώπης τὸ πρὸς ἡλίου δύνοντος ἡ Περσικὴ αὕτη στρατιὴ ἀπίκετο.
Indeed, this was the furthest point in Europe toward the setting sun that this Persian army reached.