§9.15.1μετὰ δὲ ταῦτα Μαρδονίῳ ἦλθε ἀγγελίη ὡς ἁλέες εἴησαν οἱ Ἕλληνες ἐν τῷ Ἰσθμῷ.
After this, news came to Mardonius that the Greeks were assembled at the Isthmus.
οὕτω δὴ ὀπίσω ἐπορεύετο διὰ Δεκελέης· οἱ γὰρ βοιωτάρχαι μετεπέμψαντο τοὺς προσχώρους τῶν Ἀσωπίων, οὗτοι δὲ αὐτῷ τὴν ὁδὸν ἡγέοντο ἐς Σφενδαλέας, ἐνθεῦτεν δὲ ἐς Τάναγραν·
So indeed he marched back through Decelea; for the Boeotarchs had sent for the neighbors of the Asopians, and these guided the way for him to Sphendale, and from there to Tanagra.
§9.15.2ἐν Τανάγρῃ δὲ νύκτα ἐναυλισάμενος, καὶ τραπόμενος τῇ ὑστεραίῃ ἐς Σκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν.
Having spent the night in Tanagra, and having turned on the following day toward Scolus, he was in the territory of the Thebans.
ἐνθαῦτα δὲ τῶν Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺς χώρους, οὔτι κατὰ ἔχθος αὐτῶν ἀλλʼ ὑπʼ ἀναγκαίης μεγάλης ἐχόμενος ἔρυμά τε τῷ στρατῷ ποιήσασθαι, καὶ ἢν συμβαλόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι, κρησφύγετον τοῦτο ἐποιέετο.
There, although the Thebans were medizing, he laid waste their lands, not out of any hatred for them, but because he was constrained by a great necessity to construct a fortification for his army, and, if the battle should not turn out for him as he wished, he made this a place of refuge.
§9.15.3παρῆκε δὲ αὐτοῦ τὸ στρατόπεδον ἀρξάμενον ἀπὸ Ἐρυθρέων παρὰ Ὑσιάς, κατέτεινε δὲ ἐς τὴν Πλαταιίδα γῆν, παρὰ τὸν Ἀσωπὸν ποταμὸν τεταγμένον.
And his camp extended, beginning from Erythrae, past Hysiae, and stretched into the Plataean land, being drawn up along the river Asopus.
οὐ μέντοι τό γε τεῖχος τοσοῦτο ἐποιέετο, ἁλλʼ ὡς ἐπὶ δέκα σταδίους μάλιστά κῃ μέτωπον ἕκαστον.
However, he did not make the wall itself so large, but approximately ten stades on each face.