§8.89.1ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε ὁ στρατηγὸς Ἀριαβίγνης ὁ Δαρείου, Ξέρξεω ἐὼν ἀδελφεός, ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων, ὀλίγοι δὲ τινὲς καὶ Ἑλλήνων·
And in this struggle, the general Ariabignes, son of Darius and brother of Xerxes, was killed, and also many other famous men of the Persians, Medes, and other allies, but only a few of the Greeks.
ἅτε γὰρ νέειν ἐπιστάμενοι, τοῖσι αἱ νέες διεφθείροντο, καὶ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι, ἐς τὴν Σαλαμῖνα διένεον.
For since they knew how to swim, those whose ships were destroyed, unless they perished in close combat, swam across to Salamis.
§8.89.2τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν νέειν οὐκ ἐπιστάμενοι.
But of the barbarians, the majority perished in the sea, since they did not know how to swim.
ἐπεὶ δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο, ἐνθαῦτα αἱ πλεῖσται διεφθείροντο· οἱ γὰρ ὄπισθε τεταγμένοι, ἐς τὸ πρόσθε τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλέι, τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι περιέπιπτον.
And when the first ships turned to flight, it was then that the greatest number were destroyed; for those stationed in the rear, attempting to pass forward with their ships in order to display some deed of their own to the king, collided with their own fleeing ships.