§8.85.1κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες (οὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρης κέρας), κατὰ δὲ Λακεδαιμονίους Ἴωνες· οὗτοι δʼ εἶχον τὸ πρὸς τὴν ἠῶ τε καὶ τὸν Πειραιέα.
Opposite the Athenians were stationed the Phoenicians (for these held the wing facing toward Eleusis and the west), and opposite the Lacedaemonians were the Ionians; these held the wing facing toward the east and the Piraeus.
ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς Θεμιστοκλέος ἐντολὰς ὀλίγοι, οἱ δὲ πλεῦνες οὔ.
However, of them only a few, in accordance with the instructions of Themistocles, fought half-heartedly, but the majority did not.
§8.85.2ἔχω μέν νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας Ἑλληνίδας ἑλόντων, χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ Ἱστιαίου, Σαμίων ἀμφοτέρων.
Now, though I am able to list the names of many trierarchs who captured Greek ships, I shall make no use of them except for Theomestor, the son of Androdamas, and Phylacus, the son of Histiaeus, both of whom were Samians.
§8.85.3τοῦδε δὲ εἵνεκα μέμνημαι τούτων μούνων, ὅτι Θεομήστωρ μὲν διὰ τοῦτο τὸ ἔργον Σάμου ἐτυράννευσε καταστησάντων τῶν Περσέων, Φύλακος δὲ εὐεργέτης βασιλέος ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ.
And I mention these two alone for this reason, because Theomestor, on account of this deed, became tyrant of Samos, established by the Persians, while Phylacus was registered as a benefactor of the king and was presented with much land.
οἱ δʼ εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί.
Now, the benefactors of the king are called 'orosangae' in Persian.