§8.86.1περὶ μέν νυν τούτους οὕτω εἶχε· τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο, αἳ μὲν ὑπʼ Ἀθηναίων διαφθειρόμεναι αἳ δὲ ὑπʼ Αἰγινητέων.
Now, as for these men, this was how it stood; but the greater part of their ships in Salamis were being destroyed, some being ruined by the Athenians, others by the Aeginetans.
ἅτε γὰρ τῶν μὲν Ἑλλήνων σὺν κόσμῳ ναυμαχεόντων καὶ κατὰ τάξιν, τῶν δὲ βαρβάρων οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεόντων οὐδέν, ἔμελλε τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη.
For since the Greeks fought with order and in line, whereas the barbarians were no longer arrayed in order nor did anything with intelligence, it was bound to turn out for them just as it did.
καίτοι ἦσάν γε καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ ἑωυτῶν ἢ πρὸς Εὐβοίῃ, πᾶς τις προθυμεόμενος καὶ δειμαίνων Ξέρξην, ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσασθαι βασιλέα.
And yet on this day they were, and proved themselves, far better than they had been off Euboea, every man being full of zeal and fearing Xerxes, and each one thinking that the king was watching him.