§8.73.1οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά.
Seven nations inhabit the Peloponnese.
τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τε καὶ τὸ πάλαι οἴκεον, Ἀρκάδες τε καὶ Κυνούριοι·
Of these, two are autochthonous and are settled now in the same place where they dwelt of old: the Arcadians and the Cynurians.
ἓν δὲ ἔθνος τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε, ἐκ μέντοι τῆς ἑωυτῶν, οἰκέει δὲ τὴν ἀλλοτρίην.
One nation, the Achaean, did not depart from the Peloponnese, yet they did depart from their own land and inhabit that of others.
§8.73.2τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέσσερα ἐπήλυδα ἐστί, Δωριέες τε καὶ Αἰτωλοὶ καὶ Δρύοπες καὶ Λήμνιοι.
The remaining four of the seven nations are immigrants: the Dorians, the Aetolians, the Dryopians, and the Lemnians.
Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιες, Αἰτωλῶν δὲ Ἦλις μούνη, Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀσίνη ἡ πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ, Λημνίων δὲ Παρωρεῆται πάντες.
Of the Dorians, there are many famous cities; of the Aetolians, Elis alone; of the Dryopians, Hermione and Asine which is near Cardamyle in Laconia; of the Lemnians, all the Paroreatae.
§8.73.3οἱ δὲ Κυνούριοι αὐτόχθονες ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες, ἐκδεδωρίευνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου, ἐόντες Ὀρνεῆται καὶ οἱ περίοικοι.
The Cynurians, being autochthonous, are thought to be the only Ionians, but they have been thoroughly Dorianized under the rule of the Argives and by time, being Orneatae and perioci.
τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πόλιες, πάρεξ τῶν κατέλεξα, ἐκ τοῦ μέσου κατέατο· εἰ δὲ ἐλευθέρως ἔξεστι εἰπεῖν, ἐκ τοῦ κατήμενοι ἐμήδιζον.
Now, of these seven nations, the remaining cities, except for those I have listed, remained neutral; and if I may speak frankly, by remaining neutral they were in fact siding with the Medes.