§8.72.1οἱ δὲ βοηθήσαντες ἐς τὸν Ἰσθμὸν πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων, Λακεδαιμόνιοί τε καὶ Ἀρκάδες πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Ἐπιδαύριοι καὶ Φλιάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέες.
These were the Greeks who went to the help of the Isthmus in full force: the Lacedaemonians, all the Arcadians, the Eleans, the Corinthians, the Epidaurians, the Phliasians, the Troezenians, and the Hermionians.
οὗτοι μὲν ἦσαν οἱ βοηθήσαντες καὶ ὑπεραρρωδέοντες τῇ Ἑλλάδι κινδυνευούσῃ· τοῖσι δὲ ἄλλοισι Πελοποννησίοισι ἔμελε οὐδέν.
These were the ones who went to help and were deeply anxious for Greece in her danger; but the other Peloponnesians cared nothing.
Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη.
And the Olympic and Carnean festivals were now already past.