§8.48.1οἱ μέν νυν ἄλλοι τριήρεας παρεχόμενοι ἐστρατεύοντο, Μήλιοι δὲ καὶ Σίφνιοι καὶ Σερίφιοι πεντηκοντέρους·
Now the others joined the campaign by providing triremes, but the Melians, Siphnians, and Seriphians provided penteconters.
Μήλιοι μὲν γένος ἐόντες ἀπὸ Λακεδαίμονος δύο παρείχοντο, Σίφνιοι δὲ καὶ Σερίφιοι Ἴωνες ἐόντες ἀπʼ Ἀθηνέων μίαν ἑκάτεροι.
The Melians, being of Lacedaemonian descent, provided two ships, while the Siphnians and Seriphians, being Ionians from Athens, provided one each.
ἀριθμὸς δὲ ἐγένετο ὁ πᾶς τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων, τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.
The total number of ships, excluding the penteconters, was three hundred and seventy-eight.