§8.142.1ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος, διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι
ἡμέας δὲ ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ βαρβάρου.
When Alexander had finished speaking, the envoys from Sparta took their turn and spoke: "The Lacedaemonians sent us to entreat you neither to make any new move in Greece nor to accept proposals from the barbarian.
§8.142.2οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον φέρον οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι, ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιστα πολλῶν εἵνεκα.
For that would be in no way just nor bring honor to any other of the Greeks, and least of all to you, and that for many reasons.
ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων, καὶ περὶ τῆς ὑμετέρης ἀρχῆθεν ὁ ἀγὼν ἐγένετο, νῦν δὲ φέρει καὶ ἐς πᾶσαν τὴν Ἑλλάδα·
For you yourselves stirred up this war when we did not wish it at all, and the struggle was at first for your own territory, but now it extends to the whole of Greece.
§8.142.3ἄλλως τε τούτων ἁπάντων αἰτίους γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς ἀνασχετόν, οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς ἐλευθερώσαντες ἀνθρώπων.
Moreover, that the Athenians, who from of old have always visibly liberated many people, should become the cause of slavery for the Greeks is in no way to be tolerated.
πιεζευμένοισι μέντοι ὑμῖν συναχθόμεθα, καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ὅτι οἰκοφθόρησθε χρόνον ἤδη πολλόν.
Nevertheless, we sympathize with you in your distress, both because you have already been deprived of two harvests and because you have been ruined in your homes for a long time now.
§8.142.4ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα πάντα ἐπιθρέψειν, ἔστʼ ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ.
In return for these things, the Lacedaemonians and their allies promise to sustain your women and all those of your households who are useless for war, as long as this war shall last.
μηδὲ ὑμέας Ἀλέξανδρος ὁ Μακεδὼν ἀναγνώσῃ, λεήνας τὸν Μαρδονίου λόγον.
And let not Alexander the Macedonian persuade you, smoothing over the words of Mardonius.
§8.142.5τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί· τύραννος γὰρ ἐὼν τυράννῳ συγκατεργάζεται·
For he must needs do this; since, being a tyrant himself, he helps a tyrant.
ὑμῖν δὲ οὐ ποιητέα, εἴ περ εὖ τυγχάνετε φρονέοντες, ἐπισταμένοισι ὡς βαρβάροισι ἐστὶ οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν. ταῦτα ἔλεξαν οἱ ἄγγελοι.
But you must not do so, if indeed you are well-minded, knowing as you do that in barbarians there is neither faith nor truth at all." Thus spoke the envoys.