§8.9.1τοῦτο δὲ ἀκούσαντες οἱ Ἕλληνες λόγον σφίσι αὐτοῖσι ἐδίδοσαν.
Upon hearing this, the Greeks exchanged opinions among themselves.
πολλῶν δὲ λεχθέντων ἐνίκα τὴν ἡμέρην ἐκείνην αὐτοῦ μείναντάς τε καὶ αὐλισθέντας, μετέπειτα νύκτα μέσην παρέντας πορεύεσθαι καὶ ἀπαντᾶν τῇσι περιπλεούσῃσι τῶν νεῶν.
After many things had been said, the decision prevailed to remain there and encamp for that day, and afterwards, having let midnight pass, to set sail and meet the ships that were sailing around.
μετὰ δὲ τοῦτο, ὡς οὐδείς σφι ἐπέπλεε, δείλην ὀψίην γινομένην τῆς ἡμέρης φυλάξαντες αὐτοὶ ἐπανέπλεον ἐπὶ τοὺς βαρβάρους, ἀπόπειραν αὐτῶν ποιήσασθαι βουλόμενοι τῆς τε μάχης καὶ τοῦ διεκπλόου.
After this, as no one sailed against them, they waited for the late afternoon of the day to come on, and then themselves sailed out against the barbarians, wishing to make trial of them both in battle and in the breakthrough maneuver.