§7.47.1Ξέρξης δὲ ἀμείβετο λέγων
Ἀρτάβανε, βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι, ἐούσης τοιαύτης οἵην περ σὺ διαιρέαι εἶναι, παυσώμεθα, μηδὲ κακῶν μεμνώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί, φράσον δέ μοι τόδε·
Xerxes answered, saying: "Artabanus, concerning human life, although it is indeed such as you describe it to be, let us cease speaking of it, and let us not remember evils since we have good affairs in our hands.
εἴ τοι ἡ ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω ἐφάνη, εἶχες ἂν τὴν ἀρχαίην γνώμην, οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἢ μετέστης ἄν;
But tell me this: if the vision of the dream had not appeared so clearly to you, would you have held your former opinion, not permitting me to march against Greece, or would you have changed your mind?
φέρε τοῦτό μοι ἀτρεκέως εἰπέ. §7.47.2ὁ δὲ ἀμείβετο λέγων
ὦ βασιλεῦ, ὄψις μὲν ἡ ἐπιφανεῖσα τοῦ ὀνείρου ὡς βουλόμεθα ἀμφότεροι τελευτήσειε, ἐγὼ δʼ ἔτι καὶ ἐς τόδε δείματος εἰμὶ ὑπόπλεος οὐδʼ ἐντὸς ἐμεωυτοῦ, ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ καὶ ὁρῶν τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα.
Come, tell me this truly." And he answered, saying: "O King, may the vision of the dream that appeared turn out as we both wish. But I am still even to this point full of fear and not in control of myself, both because I am reflecting on many other things and especially because I see that two of the greatest things of all are most hostile to you."