§7.41.1ἐξήλασε μὲν οὕτω ἐκ Σαρδίων Ξέρξης, μετεκβαίνεσκε δέ, ὅκως μιν λόγος αἱρέοι, ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν.
In this manner Xerxes marched out from Sardis; and he used to transfer, whenever the whim took him, from his chariot into a carriage.
αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ γενναιότατοι χίλιοι, κατὰ νόμον τὰς λόγχας ἔχοντες, μετὰ δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη, μετὰ δὲ τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι.
Directly behind him were a thousand spear-bearers, the best and noblest of the Persians, holding their spears in the customary manner; and after them another thousand cavalry chosen from the Persians; and after the cavalry ten thousand chosen from the rest of the Persians.
οὗτος πεζὸς ἦν·
This force was infantry.
§7.41.2καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνεκλήιον τοὺς ἄλλους, οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες ἀργυρέας ῥοιὰς εἶχον·
And of these, a thousand indeed had golden pomegranates upon their spears in place of the spikes, and they enclosed the others round about; while the nine thousand, being inside these, had silver pomegranates.
εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς τὴν γῆν τρέποντες τὰς λόγχας, καὶ μῆλα οἱ ἄγχιστα ἑπόμενοι Ξέρξῃ.
Those also who turned their spears toward the earth had golden pomegranates, and those who followed closest to Xerxes had apples.
τοῖσι δὲ μυρίοισι ἐπετέτακτο ἵππος Περσέων μυρίη.
And behind the ten thousand was stationed a force of ten thousand Persian cavalry.
μετὰ δὲ τὴν ἵππον διέλειπε καὶ δύο σταδίους, καὶ ἔπειτα ὁ λοιπὸς ὅμιλος ἤιε ἀναμίξ.
After this cavalry there was a gap of even two stades, and then the rest of the multitude marched mingled together.