§7.40.1ποιησάντων δὲ τούτων τοῦτο, μετὰ ταῦτα διεξήιε ὁ στρατός.
When these men had done this, after this the army marched through.
ἡγέοντο δὲ πρῶτοι μὲν οἱ σκευοφόροι τε καὶ τὰ ὑποζύγια, μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων ἀναμίξ, οὐ διακεκριμένοι· τῇ δὲ ὑπερημίσεες ἦσαν, ἐνθαῦτα διελέλειπτο, καὶ οὐ συνέμισγον οὗτοι βασιλέι.
Leading the way first were the baggage-bearers and the beasts of burden, and after these came a mixed army of all kinds of nations, mingled together without distinction; and where they were more than half, there a gap had been left, and these did not mingle with the king's division.
§7.40.2προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι, ἐκ Περσέων πάντων ἀπολελεγμένοι· μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες· μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα.
Now leading the way of the king's division were a thousand cavalrymen, chosen from all the Persians; and after them a thousand spear-bearers, these also chosen from all the Persians, holding their spears pointing down to the earth; and after them ten sacred horses, called Nisaean, adorned as beautifully as possible.
§7.40.3Νησαῖοι δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε· ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομα ἐστὶ Νήσαιον· τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο.
These horses are called Nisaean for this reason: there is a great plain of Media whose name is Nisaeon; now this plain produces these large horses.
§7.40.4ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο, τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ, ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν· οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει.
Behind these ten horses the sacred chariot of Zeus was stationed, which eight white horses drew, and behind the horses again followed on foot a charioteer holding the reins; for no man indeed mounts upon this seat.
τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπʼ ἅρματος ἵππων Νησαίων· παραβεβήκεε δέ οἱ ἡνίοχος τῷ οὔνομα ἦν Πατιράμφης, Ὀτάνεω ἀνδρὸς Πέρσεω παῖς.
And behind this came Xerxes himself upon a chariot of Nisaean horses; and at his side stood a charioteer whose name was Patiramphes, son of Otanes, a Persian man.