§7.27.1ἐν ταύτῃ τῇ πόλι ὑποκατήμενος Πύθιος ὁ Ἄτους ἀνὴρ Λυδὸς ἐξείνισε τὴν βασιλέος στρατιὴν πᾶσαν ξεινίοισι μεγίστοισι καὶ αὐτὸν Ξέρξην, χρήματά τε ἐπαγγέλλετο βουλόμενος ἐς τὸν πόλεμον παρέχειν.
In this city, Pythius, the son of Atys, a Lydian, residing there, entertained the whole army of the king with the greatest hospitality, as well as Xerxes himself, and offered to provide money, wishing to contribute it for the war.
§7.27.2ἐπαγγελλομένου δὲ χρήματα Πυθίου, εἴρετο Ξέρξης Περσέων τοὺς παρεόντας τίς τε ἐὼν ἀνδρῶν Πύθιος καὶ κόσα χρήματα ἐκτημένος ἐπαγγέλλοιτο ταῦτα.
When Pythius offered the money, Xerxes asked the Persians who were present who among men Pythius was, and possessing how much wealth he made these offers.
οἳ δὲ εἶπαν
ὦ βασιλεῦ, οὗτος ἐστὶ ὅς τοι τὸν πατέρα Δαρεῖον ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ· ὃς καὶ νῦν ἐστι πρῶτος ἀνθρώπων πλούτῳ τῶν ἡμεῖς ἴδμεν μετὰ σέ.
And they said: "O king, this is the one who presented your father Darius with the golden plane-tree and the vine; and who even now is the first of men in wealth among those whom we know, after you."