§7.28.1θωμάσας δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξης αὐτὸς δεύτερα εἴρετο Πύθιον ὁκόσα οἱ εἴη χρήματα.
Xerxes, marveling at the last part of his words, himself asked Pythius for the second time how much money he had.
ὁ δὲ εἶπε
ὦ βασιλεῦ, οὔτε σε ἀποκρύψω οὔτε σκήψομαι τὸ μὴ εἰδέναι τὴν ἐμεωυτοῦ οὐσίην, ἀλλʼ ἐπιστάμενός τοι ἀτρεκέως καταλέξω.
And he said: "O king, I will neither conceal it from you nor make a pretext of not knowing my own property, but knowing it accurately I will declare it to you.
§7.28.2ἐπείτε γὰρ τάχιστά σε ἐπυθόμην ἐπὶ θάλασσαν καταβαίνοντα τὴν Ἑλληνίδα, βουλόμενός τοι δοῦναι ἐς τὸν πόλεμον χρήματα ἐξεμάνθανον, καὶ εὗρον λογιζόμενος ἀργυρίου μὲν δύο χιλιάδας ἐούσας μοι ταλάντων, χρυσίου δὲ τετρακοσίας μυριάδας στατήρων Δαρεικῶν ἐπιδεούσας ἑπτὰ χιλιάδων.
For as soon as I learned that you were coming down to the Grecian sea, wishing to give you money for the war, I began to find out, and by calculating I found that I had two thousand talents of silver, and four million Daric gold staters, lacking seven thousand.
§7.28.3καὶ τούτοισί σε ἐγὼ δωρέομαι, αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ βίος.
And with these I present you, while for myself, my livelihood from my slaves and estates is sufficient."