§7.222.1οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ, Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι.
Now the allies who were being sent away departed and obeyed Leonidas, but the Thespians and the Thebans alone remained with the Lacedaemonians.
τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι· κατεῖχε γὰρ σφέας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος·
Of these, the Thebans remained unwillingly and not of their own choice; for Leonidas kept them, holding them in the place of hostages.
Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετʼ αὐτοῦ ἀπαλλάξεσθαι, ἀλλὰ καταμείναντες συναπέθανον.
But the Thespians remained most willingly, who said they would not depart and abandon Leonidas and those with him, but stayed behind and died together with them.
ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω.
And their general was Demophilus, son of Diadromes.