§7.125.1πορευομένῳ δὲ ταύτῃ λέοντές οἱ ἐπεθήκαντο τῇσι σιτοφόροισι καμήλοισι.
As he was marching along this route, lions attacked his grain-carrying camels.
καταφοιτέοντες γὰρ οἱ λέοντες τὰς νύκτας καὶ λείποντες τὰ σφέτερα ἤθεα ἄλλου μὲν οὐδενὸς ἅπτοντο οὔτε ὑποζυγίου οὔτε ἀνθρώπου, οἳ δὲ τὰς καμήλους ἐκεράιζον μούνας.
For the lions, coming down by night and leaving their own haunts, would touch nothing else, neither baggage animal nor human, but would attack only the camels.
θωμάζω δὲ τὸ αἴτιον, ὅ τι κοτὲ ἦν τῶν ἄλλων τὸ ἀναγκάζον ἀπεχομένους τοὺς λέοντας τῇσι καμήλοισι ἐπιτίθεσθαι, τὸ μήτε πρότερον ὀπώπεσαν θηρίον μήτʼ ἐπεπειρέατο αὐτοῦ.
And I wonder what the cause could have been that forced the lions to keep off from other things and set upon the camels, a beast which they had never seen before nor had any experience of.